456
συνεχόμενον τοῖς σωματικοῖς ὀργάνοις. διὸ καὶ συγγνωμονεῖ θεός, παρ' ἡμῶν ἀποδεχόμενος τὴν περὶ αὐτοῦ εἴδησιν καὶ δοξολογίαν ὑπὲρ τὴν ἡμῶν δύναμιν ἐπεκτεινομένην, οὐχὶ θεῷ χαρίσασθαί τι βουλομένων ἡμῶν, ἀλλὰ δοξολογεῖν τὸ θεῖον κατὰ δύναμιν εἰς τὸ εὐσεβῶς φρονῆσαι καὶ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ χάριτος καὶ ἀληθείας. ταῦτα δὲ περὶ τοῦ αὐτοῦ Αὐδίου καὶ τῶν Αὐδιανῶν διαλαμβάνοντες ἐξείπομεν τὰ ὑπ' αὐτῶν λεγόμενα, οἷς κατὰ τὸ ἰδιωτικὸν καὶ αὐτοὶ διηγούμενοι καὶ κατὰ τὸ φιλόνεικον ἐν τούτοις ἀντεχόμενοι ἀπρεπῶς διισχυρίζονται. 9. Ἔχουσι δὲ καὶ ἄλλα τινά, δι' ἅπερ μάλιστα ἵστανται περισσότερον τὴν διαίρεσιν ποιησάμενοι τῆς ἐκκλησίας, δι' ὧν καὶ ἄλλους πτύραντες πολλάκις ἀνθέλκουσιν ἀπὸ τῆς ἐκκλησίας, παρελκύσαντες ἄνδρας τε καὶ γυναῖκας. μετὰ γὰρ Ἰουδαίων βούλονται τὸ Πάσχα ἐπιτελεῖν, τουτέστιν ᾧ καιρῷ οἱ Ἰουδαῖοι ποιοῦσι τὰ παρ' αὐτοῖς Ἄζυμα, τότε αὐτοὶ φιλονεικοῦσι τὸ Πάσχα ἄγειν. καὶ δῆθεν ἔστιν ἀληθές ὅτι οὕτως ἦν ἡ ἐκκλησία φερομένη, εἴ γε καὶ λόγον σεσυκοφαντημένον δεικνύουσι τοῖς ἐκκλησιαστικοῖς κατὰ τοῦτο τὸ μέρος, φάσκοντες· ἀπὸ Κωνσταντίνου διὰ τὴν πρὸς τὸν βασιλέα, φησί, προσωποληψίαν καταλελοίπατε τὴν τῶν πατέρων περὶ τῆς τοῦ Πάσχα ἑορτῆς ἀκολουθίαν καὶ τὴν ἡμέραν μετηλλάξατε εἰς τὸ καθῆκον τοῦ βασιλέως. τινὲς δὲ πάλιν κατὰ τὸ ἴδιον φιλόνεικον ὁρίζονται ὅτι ὅτε τὰ γενέθλια τοῦ Κωνσταντίνου, τότε μετεποιήσασθε, φησί, τὸ Πάσχα. καὶ εἰ μὲν τῇ αὐτῇ ἡμέρᾳ τὸ Πάσχα ἤγετο κατ' ἔτος καὶ τῇ αὐτῇ ὡρίσθη τοῦτο ποιεῖν ἐπὶ τῆς ὑπὸ Κωνσταντίνου συναχθείσης συνόδου, πιθανὸν ἦν τὸ παρ' αὐτοῖς λεγόμενον· ὁπότε δὲ καθ' ἕκαστον ἐνιαυτὸν οὐ δύναται ἔχεσθαι τῆς αὐτῆς ψήφου ἡ ἀκολουθία, διέπεσεν ὁ αὐτῶν λόγος. οὐ 3.242 γὰρ διὰ τὸ γενέθλιον ὁ βασιλεὺς ἐπεμελήσατο, ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας. τῷ γὰρ ὄντι δύο μέγιστα ἡμῖν κατώρθωσεν ὁ θεὸς διὰ τοῦ προειρημένου Κωνσταντίνου τοῦ θεοφιλεστάτου καὶ ἀειμακαρίστου, τὸ συνάξαι οἰκουμενικὴν σύνοδον καὶ ἐκθέσθαι τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν καὶ ὁμολογηθεῖσαν μεθ' ὑπογραφῆς ὑπὸ τῶν συνελθόντων ἐπισκόπων, καθαιρεθῆναι μὲν Ἄρειον, τὸ δὲ καθαρὸν τῆς πίστεως κηρυχθῆναι πᾶσι, καὶ τὸ περὶ τοῦ Πάσχα εἰς ἕνωσιν ἡμῶν ὑπ' αὐτῶν διορθωθῆναι. ἔκπαλαι γὰρ καὶ ἀπὸ τῶν πρώην χρόνων διέστη ἐν τῇ ἐκκλησίᾳ διαφόρως ἀγόμενον, χλεύην ἐμποιοῦν καθ' ἕκαστον ἔτος, τῶν μὲν πρὸ ἑβδομάδος ποιούντων καὶ φιλονεικούντων πρὸς ἀλλήλους, τῶν δὲ μετὰ ἐβδομάδα, καὶ τῶν μὲν προλαμβανόντων, τῶν δὲ μεσαζόντων, ἄλλων δὲ μετέπειτα ἐπιτελούντων. καὶ ἦν ἁπλῶς φύρσις πολλὴ καὶ κάματος, ὡς πολλοῖς φιλολόγοις οὐκ ἄγνωστον, ἐν πόσοις καιροῖς θόρυβος ἐκινεῖτο ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι περὶ τοῦ τῆς ἑορτῆς ταύτης ζητήματος, ἔν τε χρόνοις Πολυκάρπου καὶ Βίκτωρος, ὡς ἡ ἀνατολὴ πρὸς τὴν δύσιν διαφερομένη εἰρηνικὰ παρ' ἀλλήλων οὐκ ἐδέχοντο, ἐν ἄλλοις δὲ ὅσοις καιροῖς, ἔν τε χρόνοις Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Κρισκεντίου, ὡς πρὸς ἀλλήλους εὑρίσκονται ἕκαστος αὐτῶν γράφοντες καὶ διαμαχόμενοι, ἕως τῶν ἡμετέρων χρόνων· ἐξότου ἐταράχθη ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἐμπεριτόμων ἐπισκόπων, οὕτως ἐφέρετο. διὸ συνελθόντες οἱ πανταχόθεν ἐπίσκοποι τότε καὶ ἀκριβώσαντες ὥρισαν μεθ' ὁμονοίας γίνεσθαι κατὰ τὸ πρέπον τῆς ψήφου καὶ τῆς ἀκολουθίας. 10. Εἰς τοῦτο δὲ οἱ αὐτοὶ Αὐδιανοὶ παραφέρουσι τὴν τῶν ἀποστόλων διάταξιν, οὖσαν μὲν τοῖς πολλοῖς ἐν ἀμφιλέκτῳ, ἀλλ' οὐκ ἀδόκιμον. πᾶσα γὰρ ἐν αὐτῇ κανονικὴ τάξις ἐμφέρεται, καὶ οὐδὲν παρακεχαραγμένον τῆς πίστεως ἐκεῖ εὑρίσκεται οὔτε τῆς ὁμολογίας οὔτε τῆς ἐκκλησιαστικῆς διοικήσεως καὶ κανόνος καὶ πίστεως. τὸ δὲ ῥητόν, ἀφ' οὗ λαμβάνοντες πρόφασιν περὶ τοῦ Πάσχα κακῶς παρερμηνεύουσιν οἱ προειρημένοι 3.243 καὶ ἀγνοοῦντες ἑτέρως ὑπολαμβάνουσιν, ἐστὶ τοῦτο· ὁρίζουσι γὰρ ἐν τῇ αὐτῇ ∆ιατάξει οἱ