457
ἀπόστολοι ὅτι «ὑμεῖς μὴ ψηφίζητε, ἀλλὰ ποιεῖτε ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐκ περιτομῆς, μετ' αὐτῶν ἅμα ποιεῖτε». καὶ οὐκ εἶπαν ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐν περιτομῇ, ἀλλὰ οἱ ἐκ περιτομῆς, ἵνα δείξωσι τοὺς ἀπὸ τῆς περιτομῆς εἰς τὴν ἐκκλησίαν μετελθόντας ἀρχηγοὺς εἶναι μετ' ἐκεῖνον τὸν χρόνον καὶ εἰς τὸ συμπείθεσθαι αὐτοῖς τοὺς ἄλλους, εἰς τὸ μὴ ἄλλον ποιεῖν ἄλλως καὶ ἄλλον ἄλλοτε. τοῦτο γὰρ τὸ πᾶν συνήγαγον φρόντισμα διὰ τὴν ἕνωσιν τὴν μίαν, ἵνα μὴ ᾖ σχίσματα μηδὲ διαιρέσεις. οὗτοι δὲ μὴ νοήσαντες τὸν νοῦν τῶν ἀποστόλων καὶ τοῦ λόγου τοῦ ἐμφερομένου τοῦ ἐν τῇ ∆ιατάξει, ἐνόμισαν μή που ἄρα μετὰ τῶν Ἰουδαίων χρὴ τὸ Πάσχα ἐπιτελεῖν· ἅμα δὲ καὶ πεντεκαίδεκα ἐπίσκοποι γεγόνασιν ἐκ περιτομῆς, καὶ ἐχρῆν τότε τῶν ἐπισκόπων τῶν ἐκ περιτομῆς ὄντων ἐν Ἱερουσαλὴμ κατασταθέντων τὸν πάντα κόσμον τούτοις συνέπεσθαι καὶ μετ' αὐτῶν ἐπιτελεῖν, ἵνα μία τις γένηται συμφωνία καὶ μία ὁμολογία, μία ἑορτὴ ἐπιτελουμένη· διὸ ἐκείνων ἡ ἐπιμέλεια τὸν νοῦν τῶν ἀνθρώπων συνάγουσα εἰς ἕνωσιν τῆς ἐκκλησίας. μὴ δυνηθείσης * τὸν τοσοῦτον χρόνον ἐπιτελεσθῆναι, εὐδοκήσει θεοῦ ἐπὶ Κωνσταντίνου διόρθωσις ἐγένετο ὁμονοίας ἕνεκα. παρὰ τοῖς ἀποστόλοις δὲ τὸ ῥητὸν δι' ὁμόνοιαν ἐμφέρεται, ὡς ἐπιμαρτυροῦσι λέγοντες ὅτι «κἄν τε πλανηθῶσι, μηδὲν ὑμῖν μελέτω». ἐξ αὐτῶν δὲ τῶν ἐκεῖσε εἰρημένων ῥητῶν ἡ ἀντίθεσις ὀφθήσεται. φάσκουσι γὰρ τὴν ἀγρυπνίαν φέρειν μεσαζόντων τῶν Ἀζύμων. οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ. 11. Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ ἡλιακοῦ δρόμου διὰ τὴν κυριακὴν καὶ τὸν μῆνα ἔκ τε τοῦ σεληνιακοῦ δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης 3.244 τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ' αὐτοῖς καὶ ἠπάτηται τὰ πάντα. πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια, οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι' ὁμόνοιαν, καὶ εἰ μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι' ὁμόνοιαν μετὰ τῆς ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαράξωμεν τῆς ἐκκλησίας; πῶς οὖν δύναται τελεῖσθαι τοῦτο; λέγουσι γὰρ οἱ αὐτοὶ ἀπόστολοι ὅτι, «ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν, καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ Ἄζυμα ἐσθίοντες ἐν πικρίσιν, ὑμεῖς εὐωχεῖσθε». συμβαίνει δὲ αὐτοὺς ἐν κυριακῇ ἡμέρᾳ Ἄζυμα λαμβάνειν. ἐπιφωσκούσης γὰρ τῆς κυριακῆς ἑσπέρας δύνανται θύειν τὸ Πάσχα. μετὰ γὰρ ἑσπέραν παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. ἆρα γοῦν αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν κυριακῇ πενθήσωμεν καὶ νηστεύσωμεν, αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ ∆ιατάξει ὅτι «ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν κυριακῇ ἐπικατάρατός ἐστι τῷ θεῷ»; καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγματείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; νοήματι δὲ ἡ πᾶσα ἕστηκεν ἀλήθεια τοῦ κηρύγματος καὶ ἀπ' αὐτῆς τῆς ∆ιατάξεως τῶν ἀποστόλων δῆλον ὅτι δι' ὁμόνοιάν πως συνῆκται τοῦ λόγου ὁ σύνδεσμος· ἐὰν γὰρ ἀεὶ ἐπιτελέσωμεν, ὅταν ἐκεῖνοι ἐπιτελῶσι, ποτὲ μὲν ἐπιτελέσομεν μετὰ ἰσημερίαν καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε καὶ ἡμεῖς, πάλιν τε πρὸ τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν. ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας, τῷ δὲ ἄλλῳ ἑξῆς 3.245 ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσομεν Πάσχα, καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια. πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου ἐκ θεοῦ