458
τοῖς ἀνθρώποις τεταγμένου † ὁ ἐνιαυτός, ἐὰν μὴ παρέλθῃ ἰσημερία. 12. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι' αὐτῶν ὁ θεὸς κατώρθωσε τῇ ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβασμίου ταύτης ἑορτῆς καὶ παναγίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαιδεκάτης κατὰ τὴν σελήνην ἡμέρας ψῆφος. οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελέσωμεν· μία γὰρ ἡμέρα παρ' ἐκείνοις ζητεῖται, παρ' ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἕξ, ἑβδομὰς πληρεστάτη. διὸ καὶ αὐτὸς ὁ νόμος λέγει ἐπιπλατύνων τό «λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός, καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης, καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός», τουτέστι τῆς σελήνης. παρατηρεῖται δὲ ἡ ἐκκλησία ἄγειν τὴν ἑορτὴν τοῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ' αὐτῶν τῶν ἀποστόλων ἐν τῇ ∆ιατάξει, ἀπὸ δευτέρας σαββάτων, ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου. καὶ ἐὰν μὲν ᾖ τεσσαρεσκαιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, εἰς μέσον ἄγεται τὸ θῦμα τοῦ προβάτου, ἐάν τε τρίτῃ σαββάτων, ἐάν τε τετάρτῃ σαββάτων, ἐάν τε πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. οὔτε γὰρ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης σελήνης δυνάμεθα τελεῖν οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς ξηροφαγίας καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας. καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ, τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν, τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ τῆς ἑβδομάδος πλήρης διὰ τὴν κυριακήν, * καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμόν, ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ, 3.246 ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ τὸ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δεκάτης οὕτως ὁριζόμενον· οὐκέτι δὲ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν ἢ τὸ τέλος. οἱ γὰρ ἐνιαυτοὶ ἀνθυπερβάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν, οὐ σκάνδαλον παρὰ θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ θεοῦ τεταγμένης κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν καὶ τροπῶν διὰ προνοητικῆς ἀνθρώπων ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας. 13. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ συμβαίνει διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις ˉτ πεντήκοντα τέσσαρσι λείπεσθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας ˉγ. καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα καὶ ὧραι τρεῖς, δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο ὧραι ἕξ, τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι ˉθ, καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλούμενος. ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι, ὑπολείπονται δὲ ἡμέραι τρεῖς ὧραι ˉθ, αἵτινες προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους καὶ ὥραις τρισὶ γίνονται ἡμέραι ˉιˉδ ὧραι ˉιˉβ. ἄλλων ἕνδεκα προστιθεμένων καὶ ὡρῶν τριῶν γίνονται ˉκˉε ἐπακταὶ καὶ ὧραι ˉιˉε. καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων ˉιˉα τοῦ ἔτους καὶ ὡρῶν ˉγ γίνονται ἡμέραι ˉλˉ καὶ ὧραι ˉιˉη, αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα, καὶ ἐνεβολιμεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο. τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς καὶ ἐν τοῖς ἄλλοις τρισὶν ἔτεσι μὴν ἕτερος.