459
καὶ περιλείπονται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ καὶ ὧραι ˉιˉη. προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς ˉιˉα ταῖς ἀπὸ τοῦ ἔτους καὶ ὥραις τρισὶ γίνονται ἐπακταὶ ˉιˉζ ὧραι ˉκˉα. τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν ˉιˉα ἡμερῶν καὶ ὡρῶν ˉγ γίνονται ἡμέραι ˉκˉη ἐπακταὶ καὶ ὧραι ˉκˉδ, αἳ ποιοῦσιν ἡμέρας ˉβ. ἐκ τούτων τῶν ὡρῶν προστιθεμένων ταῖς ˉκˉη ἡμέραις γίνονται ὁμοῦ ˉλ, καὶ συμβαίνει κατὰ τὸν ὄγδοον ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς ˉλ ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη. καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι ἐμβολιμεύονται, αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται κατὰ τρία ἔτη μὴν εἷς καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. ἐν τούτοις 3.247 τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς καὶ τοῖς ἄλλοις. 14. Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίνεται, καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας ἐν τούτῳ τῷ μέρει σεμνυνόμενοι κατὰ τὴν παράδοσιν τὴν ἀπ' ἀρχῆς ἐπιτελουμένην καὶ κατὰ τὴν ∆ιάταξιν τῶν ἀποστόλων, μηδεμιᾷ ἀκριβείᾳ προσέχοντες μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν ∆ιατάξει τῶν ἀποστόλων ἐπιμελείας ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν κατὰ τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ' ἑαυτοὺς ἕκαστον ἐπιτελεῖν καὶ μὴ ἐν ὁμονοίᾳ. ἓν γὰρ Πάσχα Χριστὸς βούλεται καὶ τοῦτο λογίζεται καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας ἐκκλησίας, τῆς κατὰ πολλοὺς τόπους τὴν ἑορτὴν ἀγούσης. καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων καὶ χλευαζόντων τὴν ἐν τῇ ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν, τί οὖν τούτου ἐστὶ προὐργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπνεῖν καὶ τὰς αὐτὰς ἡμέρας ἴσως φέρειν, ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς θεῷ * εὐαρεστήσεσιν; ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ πρᾶγμα τῶν Αὐδιανῶν διαφωνίας. Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθείς· διὰ γὰρ τὸ ἀφηνιάζειν λαοὺς καὶ ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη. ἐκεῖ δὲ μάλιστα διατρίβων χρόνον ἐτῶν οὐκ ἔχω λέγειν καὶ εἰς τὰ πρόσω βαίνων καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν, ἀφ' οὗπερ καὶ μοναστήρια ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ * ἐν ἀναστροφῇ θαυμαστῇ καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα τῆς τε κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ' εἰκόνα ὁμολογίας. 3.248 15. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ καὶ μηδὲν εἰς κατηγόρησιν ἔχωσιν, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ' ὅτι ὁ τοιοῦτος ἐν τῇ ἐκκλησίᾳ συνάγεται. καὶ τοῦτό ἐστι τὸ φοβερόν, τὸ παραλλάξαι ὄνομα Χριστιανῶν, τῆς ἁγίας ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, καὶ εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα κατὰ τῆς ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα † σεμνυνόμενον. πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγόνασι σὺν αὐτοῖς τε καὶ μετ' αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐράνιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς καὶ κατέστησεν αὐτοὺς