460
ἐπισκόπους, * ἀλλὰ καὶ Σιλουανός τις καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. ηὔχει γὰρ οὗτος ἀνὰ μέσον τοῦ τοιούτου τάγματος. μετὰ δὲ τὴν τῶν ἐπισκόπων αὐτῶν τούτων, Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας, τελευτὴν πολλοὶ διελύθησαν καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου. καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοί, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανούς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ' ἐκείνων * ἀπελάσαντος. οὐ λείπει δὲ ῥίζα σοφίας οὐδὲ φύτευμα πίστεως, ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν πιστοὶ ἄνθρωποι· οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν τῆς πίστεως. πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας καὶ ἕως τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων, ἀλλὰ καὶ ἐπὶ τοῦ Ταύρου ὄρους ἀνεχώρησαν πάλιν εἰς τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἐπί τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας· ἤδη γάρ εἰσι πεπλατυσμένοι, λοιπὸν δὲ ὀλίγοι καὶ ὀλίγα μοναστήρια, τάχα δὲ καὶ ἐν δυσὶ κώμαις ἐν τοῖς προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος καὶ ἐπέκεινα 3.249 ∆αμασκοῦ καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα, εἰς ὀλίγον περιστάν, ὡς ἔφην. Ἀλλ' ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι· οὓς παρελθὼν πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ τομὰς καὶ εἰς διαστάσεις καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν καὶ τῷ τρόπῳ τοσοῦτον, * ἀλλ' ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ' ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται. - - - Κατὰ Φωτεινιανῶν ˉνˉα, τῆς δὲ ἀκολουθίας ˉοˉα. 1. Φωτεινός, ἐξ οὗπερ Φωτεινιανοί, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ' ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσάτεως διανενοημένος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. οὗτος δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγήσατο, τότε κατ' ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίου τοῦ βασιλέως ἐπίσκοπος ἦν, εἰς ἔτι δὲ δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς δι' ἣν ἐξήμεσε βλασφημίαν. Φάσκει δὲ οὗτος ἀπ' ἀρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο αὐτὸν ὑπάρχειν, ἐξότε, φησί, τὸ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν 3.250 ἐπ' αὐτὴν καὶ ἐγεννήθη ἐκ πνεύματος ἁγίου. τὸ δὲ πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, μεῖζον εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾶν τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ. πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγχόμενος * καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίαν ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ' αὐτοῦ προβληθείσης κακοπιστίας. καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα ὡς μάτην καθῃρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι ἑαυτὸν μάτην καθῃρημένον. ὅθεν ὁ μὲν βασιλεὺς κατ' ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας Θαλάσσιον καὶ ∆ατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος καὶ ἀντιλέγοντος τοῖς ὑπ' αὐτοῦ μέλλουσιν ἀπολογεῖσθαι ἢ καὶ καταδεχομένου. οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν Βασίλειον ἐποιήσατο, ἀλλ' ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα διὰ τῶν λόγων αὐτοῦ παρέφερεν