462
τὸν λόγον, ἆρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίσματα τοῦ θεοῦ ἢ πρὸς τίνα ὁ πατὴρ εἴρηκε «ποιήσωμεν ἄνθρωπον»; οὐ γὰρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ λόγον 3.253 περὶ τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν, ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν παῖδα πρὸς τὸν αὐτοῦ πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ σὺν πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων, ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 4. Ὥς φησιν αὐτὸς ὁ ἀγύρτης, καὶ αὐτός φημι εἶναι τὸν λόγον ἀπ' ἀρχῆς, ἀλλ' ὡς υἱὸν ἐκ θεοῦ γεγεννημένον. καὶ εἰ μή ἐστιν υἱὸς θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις καὶ ἡ ἐλπὶς καὶ ἡ διάνοια. οὐδὲν γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ εὐαγγέλιον ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ», ἀλλ' «ὁ λόγος ἦν πρὸς τὸν θεόν». καὶ οὐ λέγει ὅτι ἐν τῷ θεῷ ἦν μόνον, ἀλλὰ «θεὸς ἦν ὁ λόγος». ἀλλ' ἐν τῷ ἀνθρώπῳ μὲν λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος. εἰ δὲ οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν υἱὸς τοῦ θεοῦ θεὸς λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ εὐαγγέλιον «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἀλλά φησιν· ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου λόγου ὁ πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγου ἐποίησε τὰ πάντα. πῶς οὖν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει ὅτι «ἕως ἄρτι ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι»; τὸ δὲ «ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι» οὐ τοῦ πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ υἱοῦ ἀλλοτρίου ὄντος καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ πατρὸς δημιουργίᾳ. πάντα γὰρ τὰ ἔργα ὅσα ἔστιν ἅμα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γεγένηται. δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ πατρός, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν πατρὶ καὶ σὺν ἁγίῳ πνεύματι. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ.» διὸ καὶ μετὰ ἀσφαλείας ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν ὡς θεὸς καὶ εἰδὼς ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν· ἔλεγε γὰρ πρὸς τοὺς Ἰουδαίους «οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα». καὶ 3.254 οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει, ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει ἃ βούλεται. 5. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ; ἢ τίς ὁ ἐν σοὶ πάλιν ἡμῖν προβαλλόμενος τοῦτο τὸ ζιζάνιον; τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας τῷ βίῳ; πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ κυρίου σου βλάσφημον λαβεῖν ὑπόνοιαν; οὐκ ἔπεισέ σε Ἀβραάμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων «ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν»; ἐλέγχθητι γάρ, ὡς παρ' αὐτῷ ὁ υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὤν, ἀλλ' ἐνυπόστατος θεὸς λόγος. καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑποθέσει πεπραγματευμένων, ἄκουε ὡς ἐν τῇ θείᾳ γραφῇ ἐπισφραγισάμενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων ὅτι «ἔβρεξε κύριος ἀπ' οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου»· καὶ οὐκ εἶπεν ὁ λόγος τοῦ κυρίου, ἀλλὰ κύριος παρὰ κυρίου, ὡς καὶ ∆αυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου»· καὶ ἵνα δείξῃ ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν ὁ υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπ' ἀρχῆς, ὅτι «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὦ περιττολόγε καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. οὔτε γὰρ μειζότερον τὸ πνεῦμα οὔτε μικρότερον· «τίς γὰρ ταῦτα ἐξεζήτησε» φησίν «ἐκ τῶν χειρῶν ὑμῶν»; ἐλέγχει σε δὲ ὁ αὐτὸς ἅγιος λόγος, ὡς φάσκει κύριος περὶ τοῦ πνεύματος τοῦ ἁγίου·