463
ὁμολογῶν γὰρ τὸ γνήσιον τῆς αὐτοῦ θεότητός φησι «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον». 6. Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι; ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι, πλάνης οὖσα καὶ οὐκ ἀληθείας, φωραθήσεται τε οὐ μόνον ὑπὸ συνετῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ὀλίγον τι τῆς θείας γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι' ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρτυριῶν ἢ πολλῆς ἀνατροπῆς εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ κακοπιστία, διὸ ἀρκετῶς ἔχειν ἡγούμενος τὰ πρὸς σὲ εἰρημένα, 3.255 ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου ἀτόνου τε καὶ ἀδυνάμου εἶδος τῷ ποδὶ τοῦ λόγου συντρίψας καὶ τῇ τοῦ θεοῦ λόγου ἀληθείᾳ, ἢ ὡς ἕλμιγγα ἤτοι γῆς ἐντεριώνην, καταλείψω. ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον † χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. ἐπὶ δὲ τὰς ἑξῆς συνήθως θεὸν ἐπικαλούμενος προελεύσομαι. - - - Κατὰ Μαρκελλιανῶν ˉνˉβ, τῆς δὲ ἀκολουθίας ˉοˉβ. 1. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν Μάρκελλος γέγονεν ἐν Ἀγκύρῃ. ἔτι γὰρ καὶ δεῦρο περιὼν ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα ἢ πλείω ἢ ἐλάσσω. ἐποίησε δὲ καὶ αὐτός τινα διαίρεσιν ἐν τῇ ἐκκλησίᾳ ἀπ' ἀρχῆς τοῦ αὐτοῦ χρόνου, ὀλίγην δέ τινα ὑπόνοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ † τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. ὅθεν καὶ παρά τινων ὀρθοδόξων βλασφημεῖται, ὡς ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλιανῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. τινὲς δὲ ὑπὲρ αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ' ὀρθῶς αὐτὸν βεβιωκέναι καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυριζόμενοι. διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας θεῷ ἔγνωσται, οἱ δὲ ἀπ' αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, ἢ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες ἢ μὴ τὰ ἐκείνου ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ τριὰς καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, τριὰς τελεία οὖσα καὶ μία θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα οὔτε ὑποβεβηκυῖα. 3.256 οὗτος δὲ ἐπὶ πλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὅμοιον τοῦ Σαβελλίου τῷ φρονήματι ἔδειξεν ἑαυτὸν εἶναι. διὸ καὶ αὕτη ἐν αἱρέσει ἐλέγχθη καὶ ἠριθμήθη. παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρονηκώς. εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ τεθέντες οὐκ ὀρθοὶ καί τινας ταράξαντες εἰς ταύτην αὐτὸν κατήγαγον τὴν ἀπολογίαν; τοίνυν τὸ ἀντίγραφόν ἐστι τοῦτο· Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος χάριν ἑτεροδοξίας. 2. «Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ' ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ' ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ' ἀμφοτέροις ἐλεγχθῆναι ὑπ' ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ' ἐμοῦ ψευδῆ ὄντα τυγχάνει καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ 3.257 δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης