465
δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. οὐ γὰρ βουλόμεθα πέρα ὧν ἐπιστάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν. εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος περὶ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές τε καὶ ἀκούοντες ὅτι οὐκ εἰς μάτην οὔτε εἰς ἀργότητα οὔτε κατ' ἔχθραν ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ' αὐτοῦ εἰρημένων. συμβαίνει γὰρ καὶ μετὰ τὸ ἐσφάλθαι αὐτὸν διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι καὶ ἑαυτὸν διορθώσασθαι ἢ ὅτι μὲν τῷ λιβέλλῳ ἐκόσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ' αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακαρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι περὶ αὐτοῦ. ὁ δὲ οὔτε ὑπεραπελογήσατο οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη, μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, ἀλλ' ὡς ἀπολογησάμενον ἔχειν. 5. Παραθήσομαι δὲ ἅτινα τινὲς εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς αὐτὸν ἀποτεινόμενοι καὶ αὐτοὶ ἀντισυνέταξαν. ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντισυντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας * ἐλέγχου χάριν τὰ ἀντισυνταχθέντα ὑπ' αὐτῶν * προβαλλόμενοι οὖν ἐδείκνυον καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς γενομένας διαιρέσεις ἀνὰ μέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. οὗτος γὰρ ἦν ὁ ἀπὸ τῶν Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπών, ἅτινα παραθήσομαι, 3.260 ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. καὶ ἔστι τὰ ἐκ τῆς Ἀκακίου πρὸς Μάρκελλον ἀντιλογίας τάδε· Ταῦτα διὰ Μάρκελλον. 6. «Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα μετὰ τὴν παρεξήγησιν τῶν εἰς τὰς παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ. γενόμενος οὖν ὑπὲρ τὰ μέσα τοῦ βιβλίου καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα· «20ἄλλος μὲν γάρ ἐστιν ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα20»-θεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκμαγεῖον τοῦ θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς, φαύλην καλῶν τὴν ὑπόληψιν ταύτην ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· «20ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος καὶ θεὸς γεννηθείς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ θεοῦ εἰκὼν καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ' εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεὸς ὄντως, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.20» καὶ ἑξῆς· «20οὐδὲν οὖν 3.261 αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι, καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται, καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις, καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστι.20» 7. «Ταῦτα δὲ σύ, Μάρκελλε, τὰ ῥήματα τὰ πρότερον ἐπαινέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν θεὸν ἐκ θεοῦ λόγον ὄντα τὸν υἱὸν καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. τοῦ γὰρ βασιλέως τοῦ μεγάλου