466
τὴν εἰκόνα λαβὼν ἐν ἀζωΐᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ καὶ ἀδοξίᾳ καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτταν, εἰπὼν ῥῆμα εἰς κύριον καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. τὴν γὰρ εἰκόνα τοῦ θεοῦ ἀζωΐᾳ περιγράψας οὔτε κύριον οὔτε θεὸν οὐκ οὐσίαν οὐ βουλὴν οὐ δύναμιν οὐ δόξαν λέγεις εἶναι ταύτην. τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον, ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡσαύτως ἄψυχον ὡς καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν· ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα, οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα. τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τε καὶ ἀγεννήτως, ἀλλ' ὅτι ἐκτυπῶς καὶ ἀκριβῶς ὡμοιωμένην πρὸς πατρικὴν ἔχει καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν.» καὶ μεθ' ἕτερα. «ἔδει δέ σοι ἄλαλα γενηθῆναι τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει.» καὶ γὰρ «μόνος μόνον» ἐγέννησεν ὁ πατὴρ τὸν μονογενῆ, κἂν σὺ μὴ θέλῃς, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ υἱοῦ, ἀλλ' ἐκ μόνου πατρὸς τὴν γέννησιν ἔχοντος, καὶ «τέλειος τέλειον»· ἀτελὲς γὰρ οὐδὲν ἐν πατρί, διὸ οὐδὲ ἐν υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελει3.262 ότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ υἱοῦ τελειότης· καὶ «βασιλεὺς βασιλέα». εὐσεβὲς γὰρ τὸν θεὸν βασιλεύειν, πρὸ τοῦ πρὸ τῶν αἰώνων γεννηθέντος τοῦ υἱοῦ καὶ βασιλευομένου βασιλέως, δι' οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν. οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ πατήρ, τῆς βασιλείας αὐτοῦ οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἐχούσης. οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως πατρὶ γεννήσαντι. διὸ καὶ γέγραπται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» οὕτως δὲ καὶ «κύριος κύριον» καὶ «θεὸς θεὸν» γεννᾶν παρ' ἡμῶν ὡμολόγηται. καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν, οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ' οὐσιώδη καὶ βουλητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν, καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν, καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν, καὶ οὐσία οὐ τὸ ἀνούσιον, ἀλλὰ αὐτοούσιον. εἰκὼν ἄρα ἐστὶν ὁ λόγος θεός, ζῶσα σοφία, ὑποστατική, λόγος ἐνεργὴς καὶ υἱός, αὐτὴ οὐσιωμένη. αὕτη γὰρ ἦν «ᾗ προσέχαιρε» καθ' ἡμέραν ὁ θεός, «ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας». σὺ δέ, Μάρκελλε, «ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ' αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς», ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανόν, γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ «ἄκουε λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ καθήμενος ἐπὶ θρόνου ∆αυίδ». 8. καὶ μεθ' ἕτερα μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν ἐπιφέρει λέγων· «Θεὶς οὖν ταῦτα καὶ χωρῶν τῇ ἀρνήσει τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ πατρὸς καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς τοῦ μονογενοῦς μονότητος καὶ τῆς ἐκ τελείου τελειότητος καὶ τῆς ἐκ βασιλέως βασιλείας καὶ τῆς ἐκ κυρίου κυριότητος καὶ τῆς ἐκ θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις «ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ», 3.263 ἄντικρυς ταῦτα γράφεις· «20ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος πατρὸς καὶ υἱοῦ παρίστησι δόξαν.20» ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότητος καὶ οὐσίας Χριστοῦ σαφῶς ἤλεγξεν ἑτεροδοξίαν.» 9. Καὶ μεθ' ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου· «Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει