467
γράφων. «20οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται. πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται. καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις. καὶ εἰ δόξης, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστιν.20» ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα. πάντα γὰρ αὐτὸν ἃ προεῖπεν Ἀστέριος εἶναι βούλεται, λέγων «βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν», καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος, καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λέγει καὶ βουλῆς αὐτοβουλὴν καὶ δυνάμεως αὐτοδύναμιν καὶ δόξης αὐτοδόξαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου εἰκόνος. σὺ δὲ θεὸν ἐκ θεοῦ τὸν υἱὸν οὐχ ὁμολογῶν οὐδὲ φῶς ἐκ φωτὸς οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε θεὸν οὔτε φῶς, οὐ δύναμιν οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δόξαν τὸν υἱὸν εἶναι θέλεις. ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ † τούτων. καὶ ἀρνῇ μὲν τὸ «θεὸς ἦν ὁ λόγος», υἱὸν δὲ θεοῦ καλεῖς ἢ ὀνόματι μόνῳ ἢ ὡς ἄνθρωπον, ἵν' ἑτερογενῆ γεννῶν εἴη ὁ θεός, θέσει γεννῶν τὸν υἱόν, κατὰ τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ κατὰ τό «ἐλάβετε πνεῦμα υἱοθεσίας», καὶ τὸ «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ». οὐσίας οὖν καὶ δυνάμεως καὶ 3.264 βουλῆς καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν υἱὸν τοῦ πατρός, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ υἱῷ καὶ τὰ ἐπινοούμενα τοῦ πατρὸς τετυπῶσθαι ἢ δεδόσθαι τῷ υἱῷ, οὐκ ἄλλα παρ' αὐτὸν ὄντα. πάντα οὖν ἃ προεῖπεν αὐτὸν εἶναι βούλεται. οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν πατέρα διὰ χρωμάτων τὰς ποιότητας ἀλλαχοῦ γράφῃ καὶ τοῦτο υἱὸν καλῇ. οὕτω γὰρ σὺ νοήσας καὶ μὴ νοήσας φῄς· «20οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύναται αὐτοουσία εἶναι, καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή.20» καθ' ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι καὶ ἔστι. καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιοτάτην ζωῆς τε καὶ ἐνεργείας, οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα τὸν «μεγάλης βουλῆς ἄγγελον», καὶ δυνάμεως καὶ δόξης δύναμιν καὶ δόξαν. καὶ τούτων παραστατικὸν τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ». τὸ γὰρ «ὥσπερ, οὕτως» εἰκονικῆς ἐστι μιμήσεως καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον.» 10. Καὶ μεθ' ἕτερα ὀλίγα «οὐ γὰρ ὁ λόγος θεός, ὁ ἄλλοις παρέχων ζωὴν καὶ κάλλος καὶ μορφήν, αὐτὸς ἄζωος καὶ ἀκαλλὴς καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρικοῖς χαρακτῆρσι μεμόρφωται, οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων, ἀλλ' ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακτῆρές εἰσι καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ. ἡ δὲ εἰκών, ἑτέρου καὶ οὐχ ἑαυτῆς εἰκὼν οὖσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν, ἑτερότητα δὲ ὡς ὁμοιότητα. οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος, ὤν, ὃ ἔστιν, «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκὼν οὖν τοῦ πατρὸς ὁ υἱός, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα καὶ γραφομένη, αὐτὴ δὲ ἐν ἑαυτῇ καὶ δι' ἑαυτῆς ἐν κινήσει μὴ οὖσα. καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας πατέρα ποιούσης, ἀλλ' υἱὸν ἀπηκριβωμένον.» Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου. 3.265 Νῦν δέ φασιν οἱ ὀρθόδοξοι καὶ ἀδελφοὶ ἡμέτεροι καὶ ὁμολογηταὶ παρὰ τινῶν ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα, αὐτὸς μὴ κατειληφὼς αὐτήν, ἐνταῦθα παρεθέμην. καὶ ἔστι τὸ