468
ἀντίγραφον τόδε· Ἡ ἐπίγραφος πίστις τῶν Μαρκέλλου. 11. «Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις τοῖς ἐν ∆ιοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς εἰς τὸν σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμωνίῳ, Ἁρποκρατίωνι, Ἰσαάκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ Εὐφρατίῳ, Ἀαρώνῃ, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος καὶ διάκονος Ὑγῖνος καὶ ὑποδιάκονος Ἡρακλείδης καὶ ἀναγνώστης Ἐλπίδιος καὶ προστάτης Κυριακὸς ἐν κυρίῳ χαίρειν.» «Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ὑμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιούμενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοιαύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ τὸ μάλιστα τοὺς βουλομένους ματαίως θρυλεῖν περὶ ἡμῶν τινα ψευδῆ ἀναγκαῖον ἡγησάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέντων τῇ ὑμετέρᾳ ὁσιότητι παρ' ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων ὑπὸ τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν οὔτε πεφρονήκαμέν τί ποτε ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκουμενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως, ἥνπερ ὁμολογοῦμεν † δυνάμει 3.266 ταύτην φρονεῖν, ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν Ἀρειανὴν αἵρεσιν καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν τριάδα τρία πρόσωπα ἀπερίγραφα καὶ ἐνυπόστατα καὶ ὁμοούσια καὶ συναΐδια καὶ αὐτοτελῆ, ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμὸν ἢ συστολὴν ἢ ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντας, καὶ τοὺς τὸν θεὸν λόγον τὸν υἱὸν τοῦ θεοῦ, προαιώνιον καὶ συναΐδιον τῷ πατρὶ καὶ ἐνυπόστατον καὶ αὐτοτελῆ υἱὸν καὶ θεὸν μὴ ὁμολογοῦντας. 12. Εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα λέγει, ἀνάθεμα ἔστω. εἴ τις ἀρχὴν ἢ τέλος τῷ υἱῷ τοῦ θεοῦ καὶ λόγῳ ἢ τῇ βασιλείᾳ αὐτοῦ δίδωσιν, ἀνάθεμα ἔστω. εἴ τις μέρος τοῦ πατρὸς λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν υἱὸν τοῦ θεοῦ ἐκ τῆς τοῦ πατρὸς οὐσίας πρὸ πάσης ἐπινοίας γεγενῆσθαι, ἀνάθεμα ἔστω. περὶ δὲ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ὁμολογοῦμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόσληψιν πάσης τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σαρκὸς ἀνθρωπίνης. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν καθολικῆς ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Εὐστάθιος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. 3.267 ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ὑγῖνος