469
διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἐλπίδιος ἀναγνώστης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.» Ταῦτά ἐστι τὰ ὑπ' αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ πατέρας γραφέντα. εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα τὰ οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ τὰς ἑξῆς διασκοπήσομαι. - - - Κατὰ Ἡμιαρείων ˉνˉγ, τῆς δὲ ἀκολουθίας ˉοˉγ. 1. Ἐν τῇ τοῦ θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαρρήξαντες καὶ τῶν μετ' αὐτόν, Φωτεινοῦ δέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ᾧ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο, ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου «τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου» ἐκτεμόντες περὶ τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας διασκοπήσωμεν πῶς τινες ἡμιαρειανίζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον, ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν 3.268 καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ' αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. οὕτω καὶ οὗτοι πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ καὶ τῷ ἤθει καὶ τῇ κακοδοξίᾳ ὁποῖα Ἄρειος καὶ Ἀρειομανῖται. δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ' ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν υἱὸν τοῦ θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι καὶ τῷ υἱῷ τοῦ θεοῦ τι χαρίσωνται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πτυρομένοις ἀγυρτωδῶς ἐπιλέγουσιν ὅτι οὐ φαμὲν κτίσμα ὡς ἓν τῶν κτισμάτων οὐδὲ γέννημα ὡς ἓν τῶν γεννημάτων. τὸ δὲ ὁμοούσιον τέλεον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας γραφῆς. περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον φημὶ καὶ Γεώργιον οἱ τῆς Ἡμιαρείων ταύτης τῆς αἱρέσεως προστάται, φασίν, οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου * διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανίτιδος αἱρέσεως, ὁ αὐτὸς Βασίλειος Ἀγκυριανὸς τούτων ἀρχηγὸς καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν ∆άφνης ἤγουν Κοίλης Συρίας. οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν ἔχοντες. οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως ἢ μετά τινος διστακτικοῦ λόγου ὡς περὶ τοῦ υἱοῦ, περὶ οὗ αἰσχυνόμενοι τέλεον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι, διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπιφέρουσι τὸ ὁμοιοούσιον καὶ τὸ κτίσμα ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς ἔφην, οὐ διστακτικῶς ὁρμῶνται, ἀλλ' ὡς λυσσητῆρες κύνες ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται καὶ οὕτως διαβεβαιοῦνται καὶ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὑπάρχον. καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσομαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν, Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. καὶ εἰσὶν αἵδε· 2. «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμο3.269 ψύχοις