471
αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐκοῦν οἱ ἀναγεννώμενοι εἰς ταύτην τὴν πίστιν εὐσεβῶς νοεῖν τὰς ἐκ τῶν ὀνομάτων ἐννοίας ὀφείλομεν. οὐ γὰρ εἶπε· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀσάρκου καὶ σαρκωθέντος ἢ τοῦ ἀθανάτου καὶ θανάτου πεῖραν λαβόντος ἢ τοῦ ἀγεννήτου καὶ γεννητοῦ, ἀλλ' εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἵνα τῶν ὀνομάτων προσακούοντες ἀπὸ τῶν φυσικῶν, ἐν οἷς *, τὸν πατέρα αἴτιον ὁμοίας αὐτοῦ οὐσίας ἐννοῶμεν, καὶ τὸ ὄνομα τοῦ υἱοῦ ἀκούοντες ὅμοιον νοήσωμεν τὸν υἱὸν τοῦ πατρός, οὗ ἐστιν ὁ υἱός. ἐπιστεύσαμεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὐκ εἰς κτίστην καὶ κτίσμα. ἄλλο γάρ ἐστι κτίστης καὶ κτίσμα, ἄλλο πατὴρ καὶ ὁ υἱός, διότι κεχώρισται τούτων ἑκάτερον τῇ ἐννοίᾳ. τὸ γὰρ κτίσμα λέγων πρῶτον κτίστην φημί, καὶ τὸ υἱός *, ὡς ἀπὸ σωματικῶν προσλαμβανόμενον καὶ διὰ τὰ πάθη καὶ τὰς ἀπορροίας τῶν σωματικῶν πατέρων καὶ υἱῶν, * καθαρῶς τὴν τοῦ ἐξ ἀσωμάτου πατρὸς ἀσωμάτου υἱοῦ ὕπαρξιν 3.272 ἵστησιν ἔννοιαν, διὰ τοῦτο καὶ τὴν τοῦ κτίσματος, ὅτι σωματικοῦ παρέπλεξεν ἔννοιαν *. καὶ ἐπειδὴ τὸ κτίσμα ὃ ποιεῖ, υἱός ἐστιν, υἱὸν ἐκάλεσεν μόνον ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος λαβὼν τὸ ἀπαθὲς τοῦ κτίζοντος ὡς πρὸς τὸ κτίσμα καὶ τοῦ κτίσματος τὸ ἐξ ἀπαθοῦς τοῦ κτίζοντος ὑφεστὸς πάγιον καὶ οἷον ὁ κτίζων ἐβούλετο, τελείαν ἐκ τοῦ σωματικοῦ πατρὸς καὶ υἱοῦ καὶ ἐκ σωματικοῦ κτιστοῦ καὶ κτίσματος τὴν περὶ πατρὸς καὶ υἱοῦ καθαρῶς ἡμᾶς ἐπαίδευσεν ἔννοιαν. ἀφαιρουμένου γὰρ ἀπὸ τοῦ κτίσματος τοῦ τε ἔξωθεν ὑφεστῶτος καὶ τοῦ ὑλικοῦ καὶ τῶν ἄλλων, ὅσαπερ σωματικοῦ κτίσματος τὸ ὄνομα περιέχει, μόνη ἀπὸ τοῦ κτίσματος μένει ἡ ἀπαθής φημι τοῦ κτίζοντος καὶ τελεία τοῦ κτιζομένου καὶ οἷον ἠβούλετο ὁ κτίζων εἶναι τὸ κτιζόμενον, ἔννοια. εἰ οὖν ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος τὰ ἄλλα πάλιν ἐκβάλλοντες, τὴν ἐξ ἀπαθοῦς τοῦ κτίζοντος καὶ τελείου τε καὶ παγίου καὶ οἷον ἐβούλετο εἶναι τὸ κτίσμα μόνην λαμβάνομεν ἔννοιαν, ἀκόλουθόν ἐστιν ἀπὸ τῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀνομάτων ἐπειδὴ μάλιστα εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐδιδάχθημεν, μίαν οὖν τινα εὐσεβῶς λαμβάνειν ἡμᾶς ἔννοιαν δεῖ. 4. «∆ιὸ καὶ ἐπὶ τούτων, ἐκβαλλομένου τοῦ κατὰ τὸ πάθος ἢ ἀπορροήν, ὥστε τὸν πατέρα πατέρα νοεῖσθαι τοῦ υἱοῦ καὶ τὸν υἱὸν μὴ σπερματικῶς καταβεβλημένον σωματικοῖς φύσεως τελειοῦσθαι καὶ κινουμένοις ἀεὶ πρὸς αὔξην καὶ φθοράν, ὡς τὰ σωματικὰ ἔχει τοὺς χαρακτῆρας, μόνη παραλειφθήσεται ἔννοια τοῦ ὁμοίου. ὡς γὰρ ἐπὶ τοῦ κτίσματος πάλιν ἐροῦμεν, ὅτι πάντων ἐκβεβλημένων τῶν σωματικῶν παρελείφθη ἡ ἀπαθὴς μὲν τοῦ κτίζοντος, τελεία δὲ καὶ οἵαν ἠβούλετο καὶ παγία ἡ τοῦ κτίσματος ἔννοια, οὕτω καὶ ἐπὶ 3.273 τοῦ πατρὸς καὶ υἱοῦ, ἐκβεβλημένων τῶν σωματικῶν πάντων, παραλειφθήσεται μόνη ἡ ὁμοίου καὶ κατ' οὐσίαν ζῴου γενεσιουργία, ἐπειδὴ πᾶς πατὴρ ὁμοίας οὐσίας αὐτοῦ νοεῖται πατήρ. εἰ δὲ μετὰ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν τοῦ πατρὸς καὶ υἱοῦ ὀνομάτων σωματικῶν ἐκβαλλομένων ἐννοιῶν συνεκβάλλοιτο καὶ ἡ ὁμοίου κατ' οὐσίαν ζῴου αἴτιον τὸν πατέρα παρέχουσα ἡμῖν νοεῖν, οὐκέτι ἔσται πατὴρ καὶ υἱὸς πιστευόμενος, ἀλλὰ κτίστης καὶ κτίσμα, καὶ περιττὰ τὰ πατρὸς καὶ υἱοῦ ὀνόματα, μηδὲν παρ' ἑαυτῶν εἰσφερόμενα. καὶ ἔσται οὕτως κτίστης μὲν ὡς θεός, κατ' οὐδὲν δὲ ὅλως πατήρ. ὅτι γὰρ οὐκ ἐνεργείας λέγεται πατὴρ ὁ πατήρ, ἀλλ' ὁμοίας ἑαυτῷ οὐσίας, τῆς κατὰ τὴν τοιάνδε ἐνέργειαν ὑποστάσης, δῆλον ἐκ τῶν φυσικῶν καθέστηκε λογισμῶν. πολλὰς γὰρ ἐνεργείας ἔχων ὁ θεὸς ἄλλῃ μὲν ἐνεργείᾳ κτίστης νοεῖται, καθὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν τούτοις, ἀλλὰ καὶ τῶν ἀοράτων κτίστης ἐστί. πατὴρ δὲ μονογενοῦς ὢν οὐχ ὡς κτίστης, ἀλλ' ὡς πατὴρ γεννήσας νοεῖται. εἰ δέ τις διὰ τὴν ὑπόνοιαν τὴν περὶ τῶν κατὰ τοὺς σωματικοὺς πατέρας τε καὶ υἱοὺς τῶν παθῶν, δεδιὼς μή τι πάθῃ γεννῶν ὁ ἀσώματος, εἰ