472
μὴ ἀτελὲς εἴη τὸ γεννώμενον καὶ ὅσα συμβαίνει περὶ τὸν σωματικὸν πατέρα τε καὶ υἱόν, εὐλαβούμενος ἀφέλοιτο τὴν γνησίαν ἐπὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, ὁποῖον ἂν λέγοι ἕτερον ποίημα καὶ οὐδέποτε ἐρεῖ τὸν υἱὸν υἱόν. εἴτε γὰρ μεγέθει ὑπερβάλλοντα λέγοι, ὡς οὐρανὸν ὄρους ἢ βουνοῦ, τοῦ τῶν ποιημάτων γένους αὐτόν, κἂν μεγέθει ὑπερβάλλων νοοῖτο, ὑπάρχοντα ἕξει, εἴτε χρείᾳ ὡς πρῶτον αὐτὸν γεγονότα, εἴτε εἰς τὴν ἄλλων δημιουργίαν ὑπουργήσαντα, οὔτε οὕτως 3.274 αὐτὸν ἔξω ποιήσει τῆς τῶν ποιημάτων ἐννοίας. ὡς γὰρ οὐδὲν διαφέρει τὸ τῇ λαβίδι ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα, μὴ αὐτῇ τῇ χειρὶ λαμβάνεσθαι, εἰ καὶ διὰ ταύτης ἡ χαλκευτικὴ εἴη, τὸ ἐπελαύνειν τὸν σίδηρον ἔσται γὰρ καὶ ἡ λαβὶς καὶ ὁ διὰ ταύτης ἐλαυνόμενος σίδηρος τοῦ γένους τῶν ποιημάτων, οὕτως οὐδὲν διοίσει τῶν ποιημάτων ὁ δι' οὗ τὰ πάντα, εἰ μὴ ἔστιν υἱός, ὡς ἡ φυσικὴ ἔννοια ὑποβάλλει. ποιηθεὶς δὲ πρῶτος ἔσται τῶν ποιημάτων καὶ ὄργανον γινόμενος τῷ ποιητῇ, δι' οὗ τὰ πάντα ὁ κτίστης ἐργάζεται. 5. Καὶ οὐκ ἄν τις σοφίσαιτο τὴν τοῦ ἰδίως πατρὸς καὶ τοῦ ἰδίως υἱοῦ ἔννοιαν ἐκ τῶν κοινότερον υἱῶν λεγομένων, ἐπεὶ οὕτως πολλοὶ ἔσονται οἱ υἱοὶ τοῦ θεοῦ, ὡς ὅταν λέγῃ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», καὶ τὸ «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐκ θελήματος σαρκός, φησίν, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν», καὶ πρὸς τούτοις περὶ ἀψύχων ὡς «ὁ τετοκὼς βώλους δρόσου». ἐπὶ γὰρ πλέον διὰ τούτων κατασκευασθήσεται ἀπὸ τῆς κοινῆς ἐννοίας τὸ μὴ εἶναι μὲν αὐτὸν υἱόν, ὡς οὐδὲ ταῦτα, ποίημα δὲ ὄντα ὡς ταῦτα κλήσεως υἱοῦ μόνης μετέχειν. ἡ δὲ ἐκκλησία πεπίστευκεν ὅτι θεὸς οὐ μόνον ἐστὶ κτίστης κτισμάτων τοῦτο γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες ἐπίστανται, ἀλλ' ὅτι καὶ πατήρ ἐστι μονογενοῦς, οὐ μόνον τὴν κτιστικὴν ἔχων ἐνέργειαν, ἀφ' ἧς κτίστης νοεῖται, ἀλλὰ καὶ ἰδίως καὶ μονογενῶς γεννητικήν, καθ' ἣν πατὴρ μονογενοῦς ἡμῖν νοεῖται. τοῦτο γὰρ παιδεύων ἡμᾶς ὁ μακάριος Παῦλος γράφει «τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· ὥσπερ γὰρ ἐπὶ γῆς πατέρες ὀνομάζονται, καθ' ὁμοιότητα τῶν οἰκείων οὐσιῶν τοὺς υἱοὺς ἔχοντες, οὕτω καὶ πατὴρ ἐν οὐρανοῖς ὀνομάζεται, ἀφ' οὗ οἱ πατέρες οἱ ἐπὶ γῆς κατ' οὐσίαν ὠνομάσθησαν, καθ' ὁμοιότητα τῆς ἑαυτοῦ οὐσίας 3.275 πάντως τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον υἱόν. καὶ οὐ δύναται ἡ ἐπὶ τῶν καταχρηστικῶς καὶ ὁμωνύμως λεγομένων υἱῶν ἔννοια τῷ μονογενεῖ ἁρμόζειν. ὥσπερ γὰρ πυξίον μὲν λέγεται κυρίως τὸ ἐκ πύξου κατεσκευασμένον, κοινότερον δὲ καὶ καταχρηστικῶς ἀπ' ἐκείνου πυξίον καὶ τὸ ἐκ μολίβου καὶ χαλκοῦ καὶ ἄλλης τινὸς ὕλης γεγονός *. οὔτε οὖν ὡς «ὁ τετοκὼς βώλους δρόσου» * τουτέστιν οὐσιωδῶς· καταχρηστικῶς γὰρ ἐνταῦθα ἐπὶ τοῦ ποιήματος τὸ τοῦ τόκου παρείληπται· οὔτε ὡς τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐνταῦθα γὰρ καταχρηστικῶς ἀπὸ τῆς εὐνοίας καὶ τιμῆς προσωνόμασται· οὔτε ὡς τὸ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· καὶ τοῦτο γὰρ ἀπὸ τῆς κατ' ἀρετὴν καὶ μίμησιν τῆς ποιήσεως εἴληπται· οὐχ οὕτως ὁ μονογενὴς νοηθήσεται, ἀλλὰ κυρίως, ὡς μόνος ἐκ μόνου, ὅμοιος κατ' οὐσίαν ἐκ τοῦ πατρός, οὗπερ καὶ ὠνομάσθη καὶ ἐνοήθη υἱός, γεννηθείς. 6. Εἰ δὲ διὰ τὸ ἀδύνατον τῶν λογισμῶν μὴ δέχοιτό τις τὸν λογισμόν, ὡς, εἰ οὕτως νοηθείη πατήρ, πάθος ἢ μερισμὸν ἢ ἀπόρροιαν ὑπομένοντος τοῦ πατρός, καὶ παρωσάμενος τὴν πίστιν, ἣ ὑφίστησι τὴν εὐσεβῆ περὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, λογισμοὺς ἀπαιτοίη, ἀπαιτητέον αὐτὸν λογισμούς, πῶς ὁ θεὸς σταυροῦται καὶ πῶς «τὸ μωρότερον» τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τὸ ἀσυλλόγιστον παρὰ τοῖς δοκοῦσιν εἶναι τοῦ κόσμου σοφοῖς «σοφώτερον ἀνθρώπων ἐστίν», οὓς οὐδὲ λόγου ἀξιοῖ ὁ μακάριος Παῦλος, διότι τῷ ἀσυλλογίστῳ τῆς δυνάμεως «ἐμώρανε τὴν σοφίαν» τῶν