475
ταὐτὸν δὲ τῷ θεῷ καὶ πατρὶ τῷ γεννήσαντι, ὡς οὐ ταὐτὸν τῷ ἀνθρώπῳ, καθὸ ἄνευ ἀπορροίας καὶ πάθους, ὡς καθὸ ἄνευ σπορᾶς καὶ ἡδονῆς. καὶ ὥσπερ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐγένετο, καθὸ πεῖνάν τε καὶ δίψαν καὶ ὕπνον ἐν τῇ σαρκὶ ὑπέμεινεν, ἐξ ὧν παθῶν ἁμαρτητικῶς κινεῖται τὰ σώματα, ὑπομένων δὲ τὰ σαρκὸς προειρημένα πάθη οὐκ ἐξ αὐτῶν ἁμαρτητικῶς ἐκινεῖτο, οὕτω καὶ ὁ υἱός, υἱὸς ὢν τοῦ θεοῦ καὶ «ἐν μορφῇ ὑπάρχων θεοῦ» καὶ «ἴσα» ὢν θεῷ, τὰ μὲν ἰδιώματα εἶχε τῆς θεότητος, κατ' οὐσίαν ἀσώματος ὢν καὶ ὅμοιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἀσωματότητα καὶ τὰς ἐνεργείας. ὥσπερ ὅμοιος τῇ σαρκὶ τῷ σὰρξ εἶναι καὶ πάθη σαρκὸς ὑπομένειν, μὴ μέντοι τὸν αὐτὸν εἶναι, 3.280 οὕτως ὅμοιος τῷ θεῷ καθὸ θεὸς ὢν οὔτε μορφή ἐστι τοῦ θεοῦ, ἀλλὰ θεοῦ, οὔτε ἴσα ἐστὶ τῷ θεῷ, ἀλλὰ θεῷ, οὔτε αὐθεντικῶς ἔχει τὴν θεότητα ὡς ὁ πατήρ. ὥσπερ γὰρ οὐχ ἁμαρτητικῶς ἐκινεῖτο ὡς ἄνθρωπος, ἀλλ' ὁμοίως ἐφέρετο ἐνεργείᾳ ὡς ἄνθρωπος, *. «ἅπερ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὥσπερ οὖν ἐνταῦθα οὐχ ἁμαρτητικῶς, ἀλλ' ὁμοίως τοῖς ἐν σαρκὶ ἐκινεῖτο τῶν γὰρ ἀτόπων ἐστὶν ἀπὸ μὲν τοῦ κατὰ φύσιν ἐλθόντα αὐτὸν εἰς τὸ παρὰ φύσιν, τουτέστιν ἀπὸ θεοῦ γενόμενον υἱὸν ἀνθρώπου, ὅμοιον γενέσθαι τοῖς κατὰ φύσιν, τουτέστι τοῖς φύσει ἀνθρώποις, ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ μὴ εἶναι ὅμοιον αὐτὸν τῷ κατὰ φύσιν πατρί, ἐκ θεοῦ θεὸν γεννηθέντα· καὶ φανερὸν ὅτι οἱ μὴ κατ' οὐσίαν λέγοντες ὅμοιον τῷ πατρὶ τὸν υἱὸν οὔτε υἱὸν λέγουσιν, ἀλλὰ κτίσμα μόνον, οὔτε τὸν πατέρα πατέρα, ἀλλὰ κτίστην, τῆς ὁμοίου ἐννοίας οὐκ ἐπὶ τὴν ταυτότητα τοῦ πατρὸς ἀγούσης τὸν υἱόν, ἀλλ' ἐπὶ τὴν κατ' οὐσίαν ὁμοιότητα καὶ ἀπόρρητον ἐξ αὐτοῦ ἀπαθῶς γνησιότητα-ὡς γάρ, πάλιν ἐρῶ, ἐν ὁμοιώματι ἀνθρώπων καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος οὐκ ἐπὶ τὴν ταυτότητα ἤγετο τοῦ ἀνθρώπου, ἀλλ' ἐπὶ τὴν τῆς σαρκὸς οὐσίας ὁμοιότητα διὰ τὰ εἰρημένα, οὕτως οὐδὲ ὁ υἱὸς ὅμοιος κατ' οὐσίαν γενόμενος τῷ γεννήσαντι πατρὶ εἰς ταυτότητα ἄξει τοῦ πατρὸς τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ' ἐπὶ τὴν ὁμοιότητα. 10. Καὶ εἴ τις τῇ σοφίᾳ τοῦ κόσμου προσέχων, ἣν ἐμώρανεν ὁ θεός, μὴ προσέχοι τῷ ἐν σοφίᾳ θεοῦ κηρύγματι καὶ μετὰ πίστεως τὴν ὁμοιότητα καὶ κατ' οὐσίαν τοῦ υἱοῦ πρὸς πατέρα ὁμολογοίη, ὡς ψευδωνύμως λέγων τὸν πατέρα καὶ τὸν υἱόν, καὶ μήτε πατέρα λέγων ἀληθῶς μήτε υἱόν, ἀλλὰ κτίστην καὶ κτίσμα, καὶ κοινοποιῶν τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔννοιαν ἐπὶ τῶν λοιπῶν ποιημάτων, καὶ 3.281 σοφίζεσθαι θέλων εἴτε χρείᾳ ὑπερβάλλοντα, ὡς τὸ πρῶτον τῶν ποιημάτων τῶν γεγονότων δι' αὐτοῦ, εἴτε ὑπερβολῇ τοῦ μεγέθους, καὶ κατὰ μηδὲν ὁμολογῶν τὴν ἐκκλησιαστικὴν πίστιν τὴν εἰς πατέρα τε καὶ υἱόν, ὡς παρ' ὃ εὐηγγελίσαντο ἡμᾶς οἱ ἀπόστολοι θέλων εὐαγγελίσασθαι, ἀνάθεμα ἔστω. Καὶ τὸ κατὰ τὸν μακάριον Παῦλον «προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω» ἀνειληφότες καὶ πάλιν ἀναγκαίως φαμέν· εἴ τις τὸν σοφὸν μόνον ἀκούων πατέρα καὶ σοφίαν τὸν μονογενῆ τούτου υἱόν, ταὐτὸν εἶναι λέγοι τὴν σοφίαν τῷ μόνῳ σοφῷ, ἀναιρῶν τὸ εἶναι υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν σοφὸν ἀκούων πατέρα καὶ σοφίαν τὸν υἱὸν αὐτοῦ, ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὴν σοφίαν τοῦ σοφοῦ θεοῦ, ὡς μὴ λέγων τὸν σοφὸν τῆς σοφίας ἀληθῶς πατέρα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν θεὸν νοῶν τὸν πατέρα, τὸν δὲ ἐν ἀρχῇ λόγον τε καὶ θεὸν τοῦτον μὴ λέγοι πρὸς τὸν θεόν, λόγον τε καὶ θεὸν αὐτῷ τῷ θεῷ τῷ πρὸς ὃν λόγος τε καὶ θεός, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν μονογενῆ θεὸν λόγον υἱὸν ἀκούων τοῦ θεοῦ πρὸς ὃν ὁ λόγος τε καὶ θεός, ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὸν θεὸν λόγον τοῦ πατρός, τὸν θεὸν τοῦ θεοῦ καὶ πατρός, πρὸς ὃν ὁ μονογενὴς ἐν ἀρχῇ ἦν θεὸς λόγος, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ταὐτὸν λέγοι τὴν εἰκόνα τῷ θεῷ τῷ ἀοράτῳ, ὡς μὴ ὁμολογῶν