476
ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν μονογενῆ υἱὸν «τοῦ ἀοράτου θεοῦ» ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὸν υἱόν, εἰκόνα ὄντα τοῦ θεοῦ τοῦ ἀοράτου, οὗ εἰκὼν καὶ κατ' οὐσίαν νοεῖται, ὡς ἀληθῶς μὴ λέγων υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τοῦ υἱοῦ λέγοντος «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ,» ταὐτὸν 3.282 λέγοι τὸν εἰληφότα παρὰ τοῦ πατρὸς τὴν ζωὴν καὶ ὁμολογοῦντα τὸ «κἀγὼ ζῶ διὰ τὸν πατέρα» τῷ δεδωκότι, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ» ἀνόμοιον λέγοι κατ' οὐσίαν τὸν υἱὸν τῷ πατρί, διαμαρτυρόμενος ὅτι οὕτως ἔχει ὡς εἴρηκεν, ἀνάθεμα ἔστω. φανερὸν γὰρ ὅτι τῆς ζωῆς τῆς ἐν τῷ πατρὶ νοουμένης οὐσίας σημαινομένης καὶ τῆς ζωῆς τῆς τοῦ μονογενοῦς τῆς ἐκ τοῦ πατρὸς γεγεννημένης οὐσίας νοουμένης, τὸ «οὕτως» τὴν ὁμοιότητα τῆς οὐσίας πρὸς οὐσίαν σημαίνει ἀνάθεμα ἔστω. 11. Καὶ εἴ τις τὸ «ἔκτισέ με» καὶ τὸ «γεννᾷ με» παρ' αὐτοῦ ἀκούων, τὸ «γεννᾷ με» μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ κατ' οὐσίαν ἐννοεῖ, ἀλλὰ ταὐτὸν λέγοι τὸ «γεννᾷ με» τῷ «ἔκτισέ με», ὡς μὴ λέγων τὸν υἱὸν τὸν ἀπαθῶς τέλειον ἐκ τῶν δύο ὀνομάτων σημαίνεσθαι υἱόν, ἀλλὰ διὰ τῶν δύο ὀνομάτων, τοῦ «ἔκτισέ με» καὶ τοῦ «γεννᾷ με», κτίσμα μόνον ὁμολογῶν καὶ μηκέτι υἱόν, ὡς παραδέδωκεν ἡ σοφία ἐκ τῶν δύο εὐσεβῶς τὴν ἔννοιαν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις, τοῦ υἱοῦ τὴν μὲν κατ' οὐσίαν πρὸς τὸν ἑαυτοῦ πατέρα ὁμοιότητα ἡμῖν ἀποκαλύπτοντος, δι' ὧν φησιν «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», τὴν δὲ κατ' ἐνέργειαν δι' ὧν παιδεύει «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», μόνην τὴν κατ' ἐνέργειαν ὁμοιότητα διδοὺς τῆς κατ' οὐσίαν, ἥ ἐστι τὸ κεφαλαιωδέστατον ἡμῶν τῆς πίστεως, ἀποστεροίη τὸν υἱόν, ὡς ἑαυτὸν ἀποστερῶν τῆς ἐν γνώσει πατρὸς καὶ υἱοῦ αἰωνίου ζωῆς, ἀνάθεμα ἔστω. 3.283 Καὶ εἴ τις εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐπαγγελλόμενος, τὸν πατέρα μὴ οὐσίας ὁμοίας αὐτοῦ λέγοι πατέρα, ἀλλὰ ἐνεργείας, ὡς «βεβήλους καινοφωνίας» κατὰ τῆς οὐσίας τοῦ υἱοῦ τοῦ θεοῦ φθέγγεσθαι τολμῶν καὶ ἀναιρῶν τὸ εἶναι ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις υἱὸν ὅμοιον κατ' οὐσίαν νοῶν ἐκείνου οὗ καὶ νοεῖται υἱός, ἢ ταὐτὸν λέγοι τῷ πατρὶ τὸν υἱὸν ἢ μέρος τοῦ πατρὸς ἢ κατὰ ἀπόρροιαν καὶ κατὰ πάθος, ὡς σωματικοὺς υἱούς, τὸν ἐκ τοῦ ἀσωμάτου πατρὸς ἀσώματον υἱὸν ὑποστάντα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις διὰ τὸ τὸν πατέρα μήποτε υἱὸν νοεῖσθαι καὶ τὸν υἱὸν μήποτε πατέρα νοεῖσθαι, ἕτερον λέγων τὸν υἱὸν παρὰ τὸν πατέρα, διὰ τὸ τὸν πατέρα ἕτερον εἶναι καὶ τὸν υἱόν, καθὼς εἴρηται «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ «μαρτυρεῖ» γάρ φησιν «ὁ πέμψας με πατήρ», διὰ ταύτην τὴν εὐσεβῆ ἐν τῇ ἐκκλησίᾳ νοουμένην ἰδιότητα τῶν προσώπων, πατρὸς μὲν καὶ υἱοῦ, δεδιὼς μή ποτε ταὐτὸν νοηθῇ υἱὸς πατρί, ἀνόμοιον λέγοι κατ' οὐσίαν τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐν χρόνῳ τὸν πατέρα πατέρα νοεῖ τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ὑπὲρ χρόνους καὶ παρὰ πάσας ἀνθρωπίνας ἐννοίας πιστεύει τὸν μονογενῆ υἱὸν ἐκ τοῦ πατρὸς ἀπαθῶς ὑφεστάναι, ὡς παραβαίνων τὸ ἀποστολικὸν κήρυγμα, χρόνους μὲν περὶ πατρὸς καὶ υἱοῦ παρωσάμενον, πιστῶς δὲ ἡμᾶς παιδεῦσαν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν πατέρα πρεσβύτερον χρόνῳ λέγοι τοῦ ἐξ ἑαυτοῦ μονογενοῦς υἱοῦ, νεώτερον δὲ χρόνῳ τὸν υἱὸν τοῦ πατρός, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸ ἄχρονον τῆς τοῦ μονογενοῦς Χριστοῦ ἐκ πατρὸς ὑποστάσεως ἐπὶ τὴν ἀγέννητον τοῦ θεοῦ οὐσίαν ἀναφέρει, ὡς υἱοπάτορα λέγων, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ μόνῃ τὸν πατέρα πατέρα λέγοι τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ἐξουσίᾳ ὁμοῦ καὶ οὐσίᾳ πατέρα τοῦ μονογενοῦς υἱοῦ, ὡς 3.284 μόνην τὴν ἐξουσίαν λαμβάνων καὶ κοινοποιῶν αὐτὸν πρὸς τὰ λοιπὰ ποιήματα καὶ οὐ λέγων