477
ἀληθῶς ἐκ πατρὸς γνήσιον υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ καὶ οὐσίᾳ λέγων τὸν πατέρα πατέρα τοῦ υἱοῦ, ὁμοούσιον δὲ ἢ ταὐτοούσιον λέγοι τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καί εἰσιν οἱ ὑπογράψαντες Βασίλειος, Εὐστάθιος, Ὑπερέχιος, Λητόϊος, Ἑορτικός, Γυμνάσιος, Μεμνόνιος, Εὐτυχής, Σευηρῖνος, Εὐτύχιος, Ἀλκιμίδης, Ἀλέξανδρος· καὶ οὕτω πιστεύω ὡς προγέγραπται καὶ δι' ὑπογραφῆς ὁμολογῶ. Ἐπληρώθη τῶν περὶ Βασίλειον καὶ Γεώργιον ὁ ὑπομνηματισμός. Ἐπιστολὴ Γεωργίου 12. Τὸ τῆς οὐσίας ὄνομα γυμνῶς μὲν ἐν παλαιᾷ καὶ καινῇ οὐ κεῖται γραφῇ, ὁ νοῦς δὲ πανταχοῦ φέρεται· καὶ πρῶτον ἀφ' ὧν ὁ θεὸς πέμπων Μωυσέα εἴρηκεν «οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὤν», ὡς ἐπὶ τοῦ πρώτως νοουμένου πατρός, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», ἐμφαίνεται ὁ μήτε ἔκ τινος ὢν καὶ τοῖς οὖσιν αἴτιος ὤν. ἐπειδὴ δὲ καὶ υἱός ἐστιν ὁ ὤν, ἔλαβε δὲ ἀπὸ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου λέγοντος «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀφορμὴν εὕρατο 3.285 Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος, οὐκέτι θέλοντες λέγειν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀληθῶς, ἀλλὰ ἀπὸ τοῦ λόγος ὀνόματος ἀφορμὴν λαβόντες, φημί, ἐκ στόματος ῥῆμα καὶ φθέγμα ἠβουλήθησαν εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ, ἠναγκάσθησαν οἱ πατέρες, οἱ κρίναντες Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῷ τοιούτῳ αἱρετισμῷ, ἵνα δείξωσιν ὅτι ὁ υἱὸς ὑπόστασιν ἔχει καὶ ὑπάρχων ἐστὶ καὶ ὤν ἐστιν, οὐχὶ δὲ ῥῆμά ἐστιν, οὐσίαν εἰπεῖν καὶ τὸν υἱόν, τὴν διαφορὰν τοῦ τε καθ' ἑαυτὸν ἀνυπάρκτου καὶ τοῦ ὑπάρχοντος τῷ τῆς οὐσίας ὀνόματι ἐπιδεικνύντες. τὸ μὲν γὰρ ῥῆμα καθ' ἑαυτὸ ἀνύπαρκτόν ἐστι καὶ οὐ δύναται εἶναι υἱὸς θεοῦ, ἐπεὶ πολλοί γε οὕτως ἔσονται υἱοὶ θεοῦ. πολλὰ γὰρ ὁ πατὴρ ὁμολογεῖται λαλῶν τῷ υἱῷ, ὡς ὅταν λέγῃ «γενηθήτω στερέωμα», «γενηθήτωσαν φωστῆρες», «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον». ὥστε ὁ πατὴρ τῷ υἱῷ λαλεῖ καὶ οἱ μὲν λόγοι τοῦ θεοῦ οὓς λαλεῖ τῷ υἱῷ, οὐκ εἰσὶν υἱοί, ὁ δὲ υἱὸς πρὸς ὃν λαλεῖ ὁ πατὴρ μετὰ τῶν ἄλλων εὐσεβῶς καλεῖται ἄρτος καὶ ζωὴ καὶ ἀνάστασις, ἔτι καὶ λόγος ὀνομάζεται, ἐπειδὴ ἑρμηνεύς ἐστι τῶν τοῦ θεοῦ βουλημάτων. ἵνα μὴ οὖν ἀπατῶντες τοὺς ἁπλουστέρους τὸν υἱὸν ταὐτὸν λέγωσιν οἱ αἱρετικοὶ τοῖς λόγοις τοῖς παρὰ τοῦ θεοῦ λαλουμένοις, τὸ διάφορον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς πρὸς τὰ ῥήματα τοῦ θεοῦ ὑποδεικνύντες οἱ πατέρες τὸν υἱόν, φημί, οὐσίαν ἐκάλεσαν· οὕτως τὴν διαφορὰν παριστῶντες, ὅτι ὁ θεὸς ὤν ἐστιν, καὶ οἱ λόγοι, οὓς λαλεῖ, ὄντες εἰσίν, ἀλλ' οὐκ οὐσίαι τοῦ θεοῦ, λεκτικαὶ δὲ ἐνέργειαι. ὁ δὲ υἱός, λόγος ὤν, οὐχὶ ἐνέργεια λεκτική ἐστι τοῦ θεοῦ, ἀλλ' υἱὸς ὢν οὐσία ἐστίν. εἰ γὰρ ὁ πατὴρ ὢν καὶ υἱὸς ὤν ἐστιν, ὢν δὲ οὕτως ὁ υἱός, ὡς ἐκ τοῦ θεοῦ ἔχων γνησίως τὸ εἶναι, λόγος νοηθήσεται ὁ υἱὸς οὐχ ὡς οἱ λόγοι οἱ παρὰ θεοῦ λαλούμενοι. ἐκεῖνοι γὰρ τὸ εἶναι ἐν τῷ λαλοῦντι ἔχουσιν, ὁ δὲ τὸ εἶναι τῷ ἐκ τοῦ πατρὸς γεγεννῆσθαι καὶ ἀκούειν τοῦ πατρὸς καὶ ὑπουργεῖν τῷ πατρὶ ἔχει. ταύτην οὖν τὴν ὑπόστασιν οὐσίαν ἐκάλεσαν οἱ πατέρες. 13. Ὅμοιον οὖν νοοῦμεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα, μαχόμενοι καὶ πρὸς τὴν νῦν ἐπιφυομένην αἵρεσιν τῇ ἐκκλησίᾳ. ἡ γὰρ νῦν 3.286 αἵρεσις κατὰ μὲν τὴν βούλησιν καὶ τὴν ἐνέργειαν ἀποφαίνεται εἶναι ὅμοιον τὸν υἱὸν τῷ πατρί, κατὰ δὲ τὸ εἶναι ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρί· ὡς κατασκευάζεσθαι παρὰ τῶν νῦν καινῶν αἱρετικῶν, ὅτι ἡ μὲν βούλησις τοῦ υἱοῦ καὶ ἡ ἐνέργεια τοῦ υἱοῦ ὁμοία τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ τοῦ πατρός, αὐτὸς δὲ ὁ υἱὸς ἀνόμοιος τῷ πατρί. καὶ διὰ τοῦτο τὴν μὲν βούλησιν τοῦ υἱοῦ καὶ τὴν ἐνέργειαν βούλονται εἶναι ὁμοίαν τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ, τὸν δὲ υἱὸν οὐ βούλονται ὅμοιον εἶναι τῷ πατρί, ἐπειδὴ διαβεβαιοῦνται μὴ εἶναι ἐκ τοῦ θεοῦ γεγεννημένον τὸν υἱόν, ἀλλὰ μόνον κτίσμα εἶναι αὐτὸν καὶ ἐν τούτῳ διαφέρειν τῶν λοιπῶν κτισμάτων, ὅτι τε ὑπερέχει μεγέθει καὶ ὅτι πρῶτος τῶν ἁπάντων ὑπέστη καὶ ὅτι ὑπουργῷ αὐτῷ ἐχρήσατο εἰς τὴν τῶν λοιπῶν δημιουργίαν ὁ θεός. ἐπειδή, φασὶν οἱ αἱρετικοί, τὰ μὲν ἄλλα δι' υἱοῦ