478
ὁ θεὸς ἐποίει, αὐτὸν δὲ οὐ διά τινος, ἀλλ' αὐτὸς αὐτὸν αὐτούργησε, καὶ ὑπερέχοντα μεγέθει καὶ δυνάμει ἁπάντων ἐποίησε, διὰ τοῦτο αὐτὸν ἐκάλεσε μονογενῆ υἱόν. 14. Ἡμεῖς δὲ οἱ τῆς καθολικῆς ἐκκλησίας ἐκ τῶν θείων γραφῶν τὴν ὁμολογίαν τῆς πίστεως παρειληφότες οὕτως ἔχομεν, ὅτι ὁ πατὴρ ὁμοίου ἐστὶν ἑαυτοῦ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς ὅμοιός ἐστι τοῦ πατρός, ἐξ οὗ πατρὸς νοεῖται υἱός. τοῦτο ἡμῶν προσδιοριζομένων καὶ οὕτως καθαιρούντων τὸν νοῦν, ὡς πρὸς τοὺς Σαβελλίους καὶ τοὺς λοιπούς, ὅτι οὔτε ὁ υἱὸς δύναται εἶναι πατὴρ οὔτε ὁ πατὴρ δύναται εἶναι υἱός, ἀλλ' ὁ υἱὸς υἱὸς καὶ ὁ πατὴρ πατὴρ καὶ οὐχ υἱός ἐν τούτοις γάρ ἐστιν ἡ ἀκρίβεια τῆς τῶν προσώπων ἐπιγνώσεως, τῷ τὸν πατέρα πατέρα ἀεὶ ὄντα ἄσαρκον μὲν εἶναι καὶ ἀθάνατον, τὸν δὲ υἱὸν υἱὸν ὄντα ἀεὶ καὶ οὐδέποτε ὄντα πατέρα, ἀεὶ ὄντα δὲ λεγόμενον διὰ τὸ ἄχρονον καὶ ἀκατάληπτον τῆς ὑποστάσεως, σάρκα ἀνειληφέναι κατὰ βούλησιν τοῦ πατρὸς καὶ θάνατον ὑπὲρ ἡμῶν ὑποστῆναι-τούτων διευκρινημένων οἱ θαυμαστοί, οἱ τῇ αἱρέσει συμμαχοῦντες, δύο πραγματεύσασθαι σπεύδουσιν, ἓν μὲν τὸ μηκέτι λέγειν πατέρα καὶ υἱόν, ἀλλὰ ἀγέννητον καὶ γεννητόν, καὶ διὰ τοῦτο σόφισμα τῆς αἱρέσεως οἰόμενοι ἐπεισάγειν τῇ ἐκκλησίᾳ. συνίσασι γὰρ οἱ σοφοὶ τὰ τοῦ θεοῦ, ὅτι τὸ ἀγέννητον ἔλαττον δοκεῖ εἶναι τοῦ πατρὸς ὀνόματος. τὸ γὰρ ἀγέννητον, ὅτι ὁ 3.287 μὲν οὐκ ἐγεννήθη νενόηται, οὐδέπω δὲ εἰ καὶ πατήρ ἐστι σημαίνει· τὸ δὲ πατὴρ πλέον ἐστὶ τοῦ ἀγεννήτου ὀνόματος ὄν. ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φημί, οὐκ ἐμφαίνεται ἡ τοῦ πατρὸς δύναμις, ἐν δὲ τῷ πατὴρ ὀνόματι ὁμοῦ ἐμφαίνεται ὅτι οὐκ ἔστιν υἱὸς ὁ πατήρ, εἴ γε κυρίως νοεῖται ὁ πατήρ, καὶ ὅτι αἴτιός ἐστιν ὁμοίου ἑαυτοῦ υἱοῦ. ἓν μὲν δὴ τοῦτο, ἕτερον δὲ ὅτι φθάσαντες ἀνόμοιον κατ' οὐσίαν γράψαι τὸν υἱὸν τῷ πατρί, ὡσπεροῦν ἐνόμισαν καταψηφίζεσθαι τὴν ἐκκλησίαν δι' ὧν ἐθήρασαν παρὰ τοῦ αἰδεσίμου ἐπισκόπου Ὁσίου γραμμάτων, ἐν οἷς φέρεται τὸ ἀνόμοιον κατ' οὐσίαν. ἐπειδὴ δὲ ἀνελθόντες οἱ ἐκ τῆς ἀνατολῆς ἐπὶ τὸ Σίρμιον πέρυσιν ἤλεγξαν τὸ κακούργημα τούτου τοῦ αἱρετισμοῦ, ἵνα μὴ εὐθύνας ὑπέχωσιν ἐπὶ τοῖς εἰς τὴν ἐκκλησιαστικὴν πίστιν τολμηθεῖσιν, ἐσπούδασαν τὸ τῆς οὐσίας ὄνομα, ἐν χρήσει ὑπάρχον τοῖς πατράσιν, διὰ τὰς προειρημένας αἰτίας ἀνελεῖν τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ἵνα καὶ κατὰ τοῦτο δόξωσι κρατύνειν ἑαυτῶν τὴν αἵρεσιν. 15. Ὑπέλαβον γὰρ ὅτι, εἰ τὸ τῆς οὐσίας ὄνομα ἐκβληθείη, κατὰ βούλησιν μόνον λέγοντες καὶ κατ' ἐνέργειαν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἐξουσίαν ἕξουσιν οὐσίας μὴ ὀνομαζομένης, λοιπὸν ἀνόμοιον λέγειν κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑπάρχειν τὸν υἱὸν τῷ πατρί. ἀλλ' ὅμως ὁ ἔκδικος τῆς ἀληθείας θεός, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», ὃς τὴν συγγένειαν τοῦ μονογενοῦς αὐτοῦ, τὸ κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρὶ εἶναι, ἐπὶ τοῦ εὐσεβοῦς βασιλέως ἐπαρρησιάσατο. οὕτω γὰρ καὶ αὐτὸς ἐφρόνει, εὐσεβὴς ὤν, ὑπὲρ τοῦ ὑπερμαχοῦντος αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ φρονῶν εὐσεβεῖ στόματι διωρίσατο κατὰ πάντα, ὡς οἱ καθολικοὶ πεπιστεύκαμεν, ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ δι' αὐτοῦ μὴ προχωρῆσαι τὴν κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως μεθοδείαν, ἀναιρεῖν βουλομένην τὸ ὄνομα τῆς 3.288 οὐσίας, ἵνα τῷ στόματι μὴ λαλουμένης οὐσίας λοιπὸν ἐν ταῖς καρδίαις φωλεύουσα ἡ αἵρεσις νέμηται. ἀλλ' αὐτοὺς φθάσωμεν γράφοντας ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον δὲ κατ' οὐσίαν· εἴ γε ἀνυπούλως καὶ καθαρῶς τὸ κατὰ πάντα ὅμοιον ὁμολογοῦσιν, ἕωλον αὐτοῖς ἀπελεγχθήσεται τὸ ἐπιχείρημα, σπουδάσασιν ἆραι τὸ ὄνομα τῆς οὐσίας. οὐδὲν γὰρ ἐκέρδαινον, ἀναγκασθέντες ὁμολογῆσαι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὅμοιον· εἰ γὰρ κατὰ πάντα, ὡς ὡμολόγησαν, ἔστιν ὅμοιος, ὥσπερ οὖν ἔστιν ὁ υἱὸς τῷ πατρὶ ὅμοιος, ἔστιν ὅμοιος οὐ κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν μόνην, καθὰ αὐτοὶ διορίζονται, ἀλλὰ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὸ εἶναι ὡς υἱός, καὶ καθάπαξ τὸ κατὰ πάντα ἁπάντων ἐστὶ περιληπτικὸν καὶ