479
οὐδεμίαν διαφορὰν προσίεται, ὁμολογουμένου τοῦ μήτε αὐτὸν ἑαυτῷ ὅμοιον εἶναι τὸν πατέρα μήτε τὸν υἱὸν αὐτὸν ἑαυτῷ εἶναι ὅμοιον, ἀλλὰ υἱὸν εἶναι ὅμοιον τῷ πατρὶ καὶ ἐν τῷ κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρί, υἱὸν ὄντα καὶ οὐ πατέρα, ἐξ οὗ πατρός, τέλειος ἐκ τελείου, πρὸ πάσης ἐννοίας καὶ πάντων λογισμῶν καὶ χρόνων καὶ αἰώνων ἐκ τοῦ πατρὸς † ὁμοιότητος ἐγεννήθη, ὡς οἶδε μόνος ὁ πατὴρ ὁ ἐξ αὑτοῦ αὐτὸν ἀπαθῶς γεννήσας καὶ ὁ υἱὸς ὁ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων καὶ ᾧ αὐτὸς ἀποκαλύψει ἐν τῇ κατ' αὐτὸν θεωρίᾳ ἀξίως ἡμῖν τὸν ἑαυτοῦ πατέρα παρέχειν νοεῖν. 16. Καὶ μὴ ταρασσέτω τὸ τῶν ὑποστάσεων ὄνομά τινας. διὰ τοῦτο γὰρ ὑποστάσεις οἱ ἀνατολικοὶ λέγουσιν, ἵνα τὰς ἰδιότητας τῶν προσώπων ὑφεστώσας καὶ ὑπαρχούσας γνωρίσωσιν. εἰ γὰρ πνεῦμα ὁ πατήρ, πνεῦμα καὶ ὁ υἱός, πνεῦμα καὶ τὸ ἅγιον πνεῦμα, οὐ νοεῖται δὲ πατὴρ ὁ υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα, ὃ οὐ νοεῖται υἱός, ὃ καὶ οὐκ ἔστι τὸ πνεῦμα οὐ νοεῖται υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον., καὶ οὐκέτι τὸ πνεῦμα τὸ ἅγιον οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλὰ πνεῦμα ἅγιον ἐκ πατρὸς δι' υἱοῦ πιστοῖς διδόμενον, εἰκότως ὑφεστῶτος καὶ ὑπάρχοντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τὰς ἰδιότητας ὡς προειρήκαμεν προσώπων ὑφεστώτων ὑποστάσεις ὀνομάζουσιν οἱ ἀνατολικοί, οὐχὶ τὰς τρεῖς ὑποστάσεις τρεῖς ἀρχὰς ἢ τρεῖς θεοὺς λέγοντες. ἀναθεματίζουσι γὰρ εἴ τις λέγει τρεῖς θεούς. ἀλλ' οὐδὲ πατέρα καὶ υἱὸν δύο θεοὺς λέγουσιν· ὁμολογοῦσι γὰρ μίαν εἶναι θεότη3.289 τα, ἐμπεριέχουσαν δι' υἱοῦ ἐν πνεύματι ἁγίῳ τὰ πάντα, ὁμολογοῦντες δὲ μίαν θεότητα καὶ μίαν βασιλείαν καὶ μίαν ἀρχὴν ὅμως τὰ πρόσωπα ἐν ταῖς ἰδιότησι τῶν ὑποστάσεων εὐσεβῶς γνωρίζουσι, τὸν πατέρα ἐν τῇ πατρικῇ αὐθεντίᾳ ὑφεστῶτα νοοῦντες καὶ τὸν υἱὸν οὐ μέρος ὄντα τοῦ πατρός, ἀλλὰ καθαρῶς ἐκ πατρὸς τέλειον ἐκ τελείου γεγεννημένον καὶ ὑφεστῶτα ὁμολογοῦντες καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἡ θεία γραφὴ παράκλητον ὀνομάζει, ἐκ πατρὸς δι' υἱοῦ ὑφεστὼς γνωρίζοντες· ὡς γὰρ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, διδάσκει ἡμᾶς τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ υἱός «οὐδεὶς γὰρ λέγει κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ», οὕτω καὶ ὁ υἱός, ὅς ἐστιν ἀλήθεια, τὸν ἀληθινὸν θεόν, τὸν ἑαυτοῦ πατέρα, ἡμᾶς εὐσεβῶς εἰδέναι διδάξει, καθὼς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐκοῦν ἐν πνεύματι ἁγίῳ υἱὸν ἀξίως νοοῦμεν, ἐν υἱῷ δὲ μονογενεῖ πατέρα εὐσεβῶς καὶ ἀξίως δοξάζομεν. καὶ αὕτη ἐστὶν ἡ σφραγὶς τῆς πίστεως, ἐν ᾗ σφραγῖδι βαπτισθῆναι προσέταξεν ὁ σωτὴρ καὶ κύριος Ἰησοῦς Χριστός, ὁ λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». 17. Περὶ γὰρ τῆς κατὰ πάντα τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοιότητος πλατύτερον μὲν ἀλλαχοῦ εἴρηται, ὅμως δὲ καὶ νῦν ἐν βραχεῖ παρασημειώσασθαι οὐκ ὀκνήσομεν ὅτι ὁ ἀπόστολος, εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν υἱὸν εἰρηκὼς καὶ ἐν τούτῳ διδάξας ὅτι ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἀλλαχοῦ πῶς δεῖ νοεῖν τὸν υἱὸν παρέδωκεν. ἐν γὰρ τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ φησιν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», ἐν δὲ τῇ πρὸς Ῥωμαίους «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», ὡς διὰ τῶν δύο μαρτυριῶν ἐκ τῶν δύο ἐπιστολῶν ἀπὸ τοῦ σωματικοῦ εὐσεβῶς καὶ 3.290 τὴν περὶ τοῦ ὁμοίου ἔννοιαν ἡμᾶς καὶ ἐπὶ τοῦ ἀσωμάτου πατρός τε καὶ υἱοῦ διδαχθῆναι. τὸ μὲν γὰρ «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» δείκνυσιν ὅτι ἐκ τῆς παρθένου σάρκα ἀνέλαβεν. οὐκοῦν ἡ σάρξ, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἡ αὐτὴ μέν ἐστι τῇ σαρκὶ τῶν ἀνθρώπων, ἐν ὁμοιώματι δὲ ἀνθρώπων ἐστίν, ἐπειδὴ οὐκ ἐκ σπορᾶς ὡς ἄνθρωποι οὐδὲ ἐκ κοίτης ἀνδρὸς ἐγεννήθη· οὕτως κατὰ τὸν ὅμοιον τρόπον