480
καὶ ὁ υἱός, πνεῦμα ὢν καὶ ἐκ τοῦ πατρὸς πνεῦμα γεννηθείς, κατὰ μὲν τὸ πνεῦμα ἐκ πνεύματος εἶναι τὸ αὐτό ἐστιν τῷ πατρί ὥσπερ τὸ κατὰ τὸ σὰρξ ἐκ σαρκὸς εἶναι τῆς Μαρίας τὸ αὐτὸ τοῖς ἀνθρώποις, κατὰ δὲ τὸ ἄνευ ἀπορροίας καὶ πάθους καὶ μερισμοῦ ἐκ τοῦ πατρὸς γεννηθῆναι ὅμοιός ἐστι τῷ πατρὶ καὶ οὐκ αὐτὸς ὁ πατήρ, ὥσπερ καὶ ὁ κατὰ σάρκα υἱὸς ἐν ὁμοιώματι ἀνθρώπων ἐστὶ καὶ οὐκ αὐτὸς κατὰ πάντα ἄνθρωπος. 18. Οὐκοῦν διὰ τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς πῶς ἡ ὑπόστασις τοῦ υἱοῦ ὁμοία ἐστὶ τῇ ὑποστάσει τοῦ πατρός· πνεῦμα γὰρ ἐκ πατρὸς καὶ κατὰ μὲν τὴν τοῦ πνεύματος ἔννοιαν ταυτόν, ὡς κατὰ τὴν τῆς σαρκὸς ἔννοιαν ταυτόν· οὐ ταυτὸν δέ, ἀλλ' ὅμοιον, διότι τὸ πνεῦμα, ὅ ἐστιν ὁ υἱός, οὐκ ἔστιν ὁ πατήρ, καὶ ἡ σάρξ, ἣν ὁ λόγος ἀνέλαβεν, οὐκ ἔστιν ἐκ σπέρματος καὶ ἡδονῆς, ἀλλ' οὕτως ὡς τὸ εὐαγγέλιον ἡμᾶς ἐδίδαξε. διὰ μὲν δὴ τούτων, ὡς προείρηται, πῶς ὁ υἱὸς κατὰ τὸ εἶναι ἑαυτοῦ καὶ κατὰ τὸ ὑφεστὼς εἶναι ἑαυτοῦ ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρί, ὁ υἱὸς ἐπαίδευσεν ἡμᾶς· πῶς δὲ ὅμοιός ἐστι κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν καὶ τὰ ἐνεργήματα, διὰ τῆς πρὸς Ῥωμαίους ἀφ' ὧν εἴρηκεν «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». ἡ γὰρ αὐτὴ σὰρξ οὖσα, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, τῇ ἁμαρτίας σαρκὶ καὶ ὁμοίως κινουμένη πρὸς πεῖναν καὶ δίψαν καὶ ὕπνον ὡς πᾶσα σάρξ, ἐκ τούτων ἁμαρτητικῶς οὐκ ἐκινεῖτο. διὸ εἴρηται «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ὅπερ ὅμοιόν ἐστι τῷ «ἅπερ γὰρ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὁ γὰρ πατὴρ πνεῦμα ὢν αὐθεντικῶς ποιεῖ, ὁ δὲ υἱὸς πνεῦμα ὢν οὐκ αὐθεντικῶς ποιεῖ ὡς ὁ πατήρ, ἀλλ' ὁμοίως. οὐκοῦν καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὥσπερ καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, 3.291 καθὸ δὲ ἄνευ σπορᾶς οὐ ταυτόν, ἀλλ' ὅμοιον, ὥσπερ καθὸ ἄνευ ἀπορροίας καὶ πάθους ὁ υἱὸς οὐ ταυτόν, ἀλλ' ὅμοιον. καὶ καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὡς καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὅμοιον τοῖς σαρκὸς κινήμασι καὶ οὐ ταυτόν, ὡσπεροῦν ἐν ὁμοιώματι κινήσεως ὁ υἱὸς ὑπουργικῶς καὶ οὐ ταυτὸν ὡς ὁ πατὴρ αὐθεντικῶς· ἃ γὰρ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς οὐχ οὕτως αὐτὸς ποιεῖ, ἀλλ' ὁμοίως. καὶ φανερὸν ἐκ τούτων ὅτι κατὰ πάντα ὁ υἱὸς ὅμοιός ἐστι τῷ πατρί, ὡς ὁ υἱὸς πατρὶ ἐξ αὐτοῦ γνησίως γεγεννημένος. τῶν γὰρ ἀτόπων ἐστὶν υἱὸν θεοῦ αὐτὸν πρὸ αἰώνων ὑπάρχοντα καὶ κατὰ φύσιν ὄντα θεὸν ἐκ θεοῦ τοῦ πατρός, ὅτε παρὰ φύσιν μὲν ἑαυτοῦ ἐκ Μαρίας γέγονεν ἄνθρωπος, ὅμοιον αὐτὸν γενέσθαι τοῖς κατὰ φύσιν ἀνθρώποις ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν παρὰ φύσιν γὰρ ἦν αὐτῷ θεῷ ὄντι γενέσθαι ἄνθρωπον, ἐν τῷ κατὰ φύσιν δὲ ἑαυτοῦ μὴ εἶναι αὐτὸν ὅμοιον τῷ πατρὶ τῷ γεννήσαντι. εἰ γὰρ ἐν τῷ παρὰ φύσιν ἑαυτοῦ ὅμοιός ἐστι τοῖς κατὰ φύσιν, πολλῷ πλέον ὅμοιός ἐστιν ἐν τῷ κατὰ φύσιν ἑαυτοῦ τῷ κατὰ φύσιν γνησίως αὐτὸν γεγεννηκότι πατρί· ὥστε τὸ ὅμοιον εἶναι κατὰ πάντα τὸν υἱὸν τῷ πατρὶ προσκεῖσθαι κατὰ τὰς γραφάς. ὅμοιος δέ ἐστιν καὶ ἡμῖν ἐνοήθη ὡς ἐδίδαξεν ἡμᾶς τὴν τοῦ ὁμοίου ἔννοιαν διὰ τῶν προειρημένων ὁ ἀπόστολος. ὅμοιος γάρ ἐστι καὶ καθὸ ζωὴ ἐκ ζωῆς, φῶς ἐκ φωτὸς καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ καὶ σοφία ἐκ σοφοῦ, καὶ καθάπαξ ἔστι κατὰ τὰς γραφὰς οὐ κατὰ τὴν ἐνέργειαν καὶ τὴν βούλησιν ἐστι μόνον ὅμοιος, ἀλλὰ κατ' αὐτὸ τὸ εἶναι καὶ ὑφεστάναι καὶ ὑπάρχειν ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρὶ τῷ γεννήσαντι, ὡς υἱὸς πατρί. 19. Ἐὰν οἱ καινοὶ αἱρετικοὶ προσδιαλεγόμενοι ἡμῖν ἀγέννητον λέγουσι καὶ γεννητόν, ἐροῦμεν αὐτοῖς· ἐπειδὴ κακουργήσαντες τὸ τῆς οὐσίας ὄνομα ἐν χρήσει τοῖς πατράσιν ὑπάρχον ὡς ἄγραφον οὐ δέχεσθε, οὐδὲ ἡμεῖς τὸ ἀγέννητον ἄγραφον ὂν δεξόμεθα. ἄφθαρτον μὲν καὶ ἀόρατον καὶ ἀθάνατον λέγει ὁ ἀπόστολος, οὐδέποτε δὲ αὐτὸν ἀγέννητον ὠνόμασεν ἡ γραφή. ἔπειθ' ὅτι ὡς προείρηται τὸ ἀγέννητος οὐδέπω σημαίνει τὴν τοῦ πατρὸς ἔννοιαν καὶ ὅτι τὸ γεννητὸς ἰδίως υἱὸν 3.292 οὐδέπω σημανεῖ, ἀλλὰ κοινοποιεῖ πρὸς