481
πάντα τὰ γεννητὰ τὴν ἔννοιαν ὁ γὰρ εἰπὼν γεννητὸν ὅτι μὲν γέγονεν ἐσήμανεν, οὐδαμοῦ δὲ τὸν ἀϊδίως υἱὸν νοούμενον παρεδήλωσε, διὸ ἀϊδίως ἐννοοῦντες υἱὸν θεοῦ οὐ δεξόμεθα τοῦτο· πρὸς τούτοις δέ, ὅτι τὸ τοῦ πατρὸς καὶ υἱοῦ ὄνομα τὴν πρός τι σχέσιν σημαίνει, διὸ κἂν πατέρα μόνον ὀνομάζωμεν, ἔχομεν τῷ ὀνόματι τοῦ πατρὸς συνυπακουομένην τὴν ἔννοιαν τοῦ υἱοῦ πατὴρ γὰρ υἱοῦ πατὴρ λέγεται, κἄν τε υἱὸν μόνον ὀνομάσωμεν, ἔχομεν τὴν ἔννοιαν τοῦ πατρός, ὅτι υἱὸς πατρὸς λέγεται. ἔχεται γὰρ θάτερον θατέρου καὶ οὐ διακόπτεται ἡ σχέσις, ἀλλὰ καὶ μόνον ἑκάτερον λεγόμενον συνεισάγει θατέρου τὴν ἔννοιαν, καὶ οὐ τὸ ὄνομα μόνον, ἀλλὰ μετὰ τοῦ ὀνόματος καὶ τῆς φύσεως τὴν οἰκειότητα. πατέρα γὰρ νοοῦντες τὸν θεὸν θεοῦ νοοῦμεν πατέρα καὶ υἱὸν νοοῦντες θεοῦ θεὸν νοοῦμεν τὸν ῥηθέντα υἱὸν θεοῦ καὶ ὅμοιον ἐκείνῳ κατὰ τὴν φύσιν οὗ καὶ νοεῖται υἱός. ἀγέννητον δὲ οὐ λέγεται γεννητοῦ ἀγέννητον οὐδὲ γεννητὸν ἀγεννήτου γεννητόν. 20. Ἐπειδὴ τοίνυν οὔτε τὴν πρὸς ἄλληλα σχέσιν ἔχει τὰ τοῦ ἀγεννήτου καὶ γεννητοῦ οὔτε συνεμφαίνει τὴν φύσιν, κοινοποιεῖ δὲ πρὸς τὰ λοιπὰ ποιήματα τοῦ υἱοῦ τὴν ἰδιότητα, οὐ δεξόμεθα μὲν διὰ τὴν πρὸς ἀσέβειαν μεθοδείαν τὰ ὀνόματα, ἀεὶ δὲ τῷ τοῦ πατρὸς καὶ υἱοῦ ὁσίως χρησόμεθα. πρῶτον μὲν οὖν ὅτι οἱ ἐξ ἐθνῶν κληθέντες οὐκ ἐβαπτίσθημεν εἰς ἀγέννητον καὶ γεννητόν, ἀλλ' εἰς πατέρα καὶ υἱόν· ἔπειτα ὅτι οὐδαμοῦ εὑρίσκεται ὁ υἱὸς εἰρηκὼς τὸν ἑαυτοῦ πατέρα ἀγέννητον, ἀλλὰ ἀεὶ πατέρα εἰρηκὼς τὸν θεὸν καὶ ἀεὶ ἑαυτὸν υἱὸν τοῦ θεοῦ, ὀλίγα παρασημειωτέον ἀκούοντες αὐτοῦ λέγοντος «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου», καὶ «ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἐμοὶ χολᾶτε ὅτι εἶπον, υἱὸς θεοῦ εἰμι», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα», καὶ ἡ ὁμολογία δὲ τοῦ Πέτρου «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ», καὶ ὁ πατὴρ ἄνωθεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». καὶ διὰ τοῦτο, ἐπειδὴ οὕτως καὶ πατὴρ υἱοῦ μέμνηται καὶ υἱὸς πατρὸς καὶ ἐν τούτοις τοῖς ὀνόμασι 3.293 πάλιν ἐρῶ ἐσφραγίσθημεν, τούτοις καὶ ἀεὶ χρησόμεθα, ἀποκρουόμενοι τὰς κατὰ τῆς ἀποστολικῆς πίστεως «βεβήλους κενοφωνίας». τὸ γὰρ παρὰ τοῦ πατρὸς εἰρημένον «ταῖς λαμπρότησι τῶν ἁγίων»· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» ἀναγκαίως εἴρηται καὶ ἀπάξει τῆς κοινότητος τῆς πρὸς τὰ ποιήματα τοῖς τὸν υἱόν, τοῦ πατρὸς καὶ τὸν ἐξ αὐτοῦ γνήσιον καὶ ἰδίως γεγεννημένον υἱὸν διὰ τοῦ κατὰ τὴν γαστέρα ὀνόματος παιδεύοντος· ὡς ὁμοίως καὶ ὁ υἱὸς «κύριος ἔκτισέ με» εἰπών, ἵνα μὴ κοινοποιουμένην αὐτοῦ πρὸς τὰ λοιπὰ κτίσματα ὑποπτεύσωμεν τὴν φύσιν, ἐπήνεγκεν ἀναγκαίως «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», εὐσεβῆ ἡμῖν καὶ ἀπαθῆ τὴν ἐκ θεοῦ πατρὸς τῆς υἱότητος αὐτοῦ ἔννοιαν παριστάς. ἀλλ' ἅπαξ μὲν ὁ πατὴρ καὶ ἅπαξ ὁ υἱὸς διὰ τὴν προειρημένην εὐσεβῆ γνησιότητα τοῦ υἱοῦ τὸ γεννητὸν ἡμῖν ἐξέθεντο. πᾶσα δὲ ἡ καινὴ διαθήκη γέμει πατρὸς καὶ υἱοῦ ὀνομάτων. 21. Ἵνα δὲ ἀπὸ τῶν ἰδίων γνωρισθῶσιν οἱ καινοτομοῦντες τὴν αἵρεσιν, ἐκ πολλῶν τῶν παρ' αὐτῶν εἰς τὴν ὑπόθεσιν γεγραμμένων ὀλίγα διὰ τὸ μῆκος παρεσημειωσάμεθα, ἀφ' ὧν ὅλον οἱ καθολικοὶ καταμαθόντες τὸν νοῦν τῆς αἱρέσεως ἀναγκαίως, οἶμαι, κρινοῦσι τοὺς ταῦτα γράψαντας ἀναθεματίσαι αὐτὰ καὶ αὐτούς τε καὶ τὰ ἑαυτῶν ἐκβαλεῖν τῆς ἀποστολικῆς πίστεως, ἀναθεματίσαι δὲ καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας καὶ διδάσκοντας. γράφουσι γὰρ αὐταῖς λέξεσιν οὕτως· «τὸ γὰρ μεταδοῦναι ὑμῖν τῶν ἐν θεῷ ῥημάτων καλλίστων τὰ μάλιστα διὰ βραχέων προεθυμήθην. ὅσοι τὴν κατ' οὐσίαν ὁμοιότητα ἀποσώζειν τὸν υἱὸν τῷ πατρὶ ὑπολαμβάνουσιν, ἔξω τῆς ἀληθείας βεβήκασι, «διὰ τῆς ἀγενήτου προσηγορίας κατηγοροῦντες τοῦ ὁμοίου κατ' οὐσίαν». καὶ πάλιν ἐροῦσιν· «ὁ δὲ υἱὸς ἐλάττων * γενέσεως καὶ ἔστι καὶ ὡμολόγηται.