482
οὐκ ἄρα τὴν κατ' οὐσίαν ὁμοιότητα ἀποσώζει πρὸς τὸ ἀγένητον, ἀποσώζει δὲ ἀκραιφνῆ φέρων ἐν τῇ οἰκείᾳ ὑποστάσει τὴν τοῦ θεοῦ βού3.294 λησιν. οὐκοῦν ὁμοιότητα διασώζει, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸν τῆς θελήσεως λόγον, * οἷον ἠθέλησεν ὑπεστήσατο.» καὶ πάλιν· «πῶς οὐχὶ καὶ αὐτός μοι συνομολογεῖς ὅτι κατ' οὐσίαν οὐκ ἔστιν ὁ υἱὸς ὅμοιος τῷ πατρί;» καὶ πάλιν· «ὅταν δὴ ὁ μὲν υἱὸς ἀτελεύτητος ὁμολογεῖται, οὐκ ἐκ τῆς οἰκείας φύσεως τὸ ζῆν ἔχων, ἀλλ' ἐκ τῆς τοῦ ἀγενήτου ἐξουσίας, ἡ δ' ἀγένητος φύσις ἀτελευτήτως πάσης ἐξουσίας κρείττων ἐστί, πῶς οὐ δῆλοί εἰσιν οἱ ἀσεβεῖς, ὁμοιότητι οὐσίας τὸ ἑτεροούσιον τῆς εὐσεβείας ἐναλλάττοντες κήρυγμα;» καὶ πάλιν· «διὸ τὸ ὄνομα ὁ πατὴρ οὐσίας οὐκ ἔστι δηλωτικόν, ἀλλ' ἐξουσίας, ὑποστησάσης τὸν υἱὸν πρὸ αἰώνων θεὸν λόγον, ἀτελευτήτως ἔχοντα τὴν ἐν αὐτῷ δωρηθεῖσαν, ἣν ἔχων διατελεῖ οὐσίαν τε καὶ ἐξουσίαν.» καὶ πάλιν «εἰ οὐσίας εἶναι βούλονται τὸ πατὴρ δηλωτικόν, ἀλλ' οὐκ ἐξουσίας, τῷ πατὴρ ὀνόματι καὶ τὴν τοῦ μονογενοῦς ὑπόστασιν προσαγορευέτωσαν.» 22. Ἐροῦμεν νῦν πρὸς τοὺς νῦν αἱρετικοὺς ὅτι ὑμεῖς ἐγράψατε «ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον κατ' οὐσίαν». διὸ ἡμεῖς ἀντεγράψαμεν ὅτι «ὅμοιος οὐ κατὰ μίμησιν μόνον, ἀλλὰ καὶ κατ' οὐσίαν». ἐπειδὴ τοίνυν πρῶτοι ὑμεῖς οὐσίας ἐμνήσθητε, λέγοντες ἀνόμοιον κατ' οὐσίαν, καὶ διὰ τοῦτο σπουδάζετε ἀρθῆναι τὸ ὄνομα τῆς οὐσίας, ἵνα κατὰ βούλησιν ὅμοιον εἶναι μόνον λέγοιτε τὸν υἱόν, εἰ ἀληθῶς συντίθεσθε κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρί, ἀναθεματίσατε τοὺς διαφορὰν λέγοντας ὁμοιότητος καὶ γράψατε οὕτως, ὅτι εἴ τις μὴ κατὰ πάντα λέγοι ὅμοιον τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, ἀλλὰ κατὰ μὲν βούλησιν λέγοι ὅμοιον, κατὰ δὲ τὴν οὐσίαν ἀνόμοιον, ἀνάθεμα ἔστω. καὶ μετὰ ταῦτα εἰ βούλονται οὐσίας ὀνόματος μὴ μεμνῆσθαι καὶ ἀθετοῦσι καὶ τὰς ἑαυτῶν ὑπογραφάς, οὐσίας πανταχοῦ μὴ μνημονεύσαντες, καὶ τὰ τῶν πατέρων ὁμολογείτωσαν, μὴ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑφεστάναι καὶ 3.295 κατὰ τὸ ὑπάρχειν, κατὰ πάντα καθάπαξ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, καθὼς αἱ θεῖαι λέγουσι γραφαί. Εἰς τὴν ἐκτεθεῖσαν πίστιν περὶ τοῦ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως· Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας· οὕτω πιστεύω καὶ φρονῶ καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ οἱ παρόντες ὁμοίως. Οὐάλης δὲ οὕτως· ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφωσκούσης τῆς πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεύς, πρὸς ὃν καὶ ἐμαρτυράμην, ἀγράφως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἔθει ὑπογράψαντος Οὐάλεντος καὶ προστεθεικότος τῇ ὑπογραφῇ ὅμοιον τὸν υἱὸν τῷ πατρί, μὴ προστεθεικότος δὲ κατὰ πάντα καὶ μὴ δείξαντος ὅπως ἢ συνέθετο τοῖς προγεγραμμένοις ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτο τοῦ εὐσεβοῦς βασιλέως καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ κατὰ πάντα μὴ ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα, ἃ ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ' ᾧ τε ἀποκομίσαι εἰς τὴν κατὰ Ἀρίμινον σύνοδον, ὑπέγραψεν οὕτως· Βασίλειος ἐπίσκοπος Ἀγκύρας· οὕτως πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα· κατὰ πάντα δέ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὸ εἶναι ὡς υἱὸν κατὰ τὰς θείας γραφάς, πνεῦμα ἐκ πνεύματος, ζωὴν ἐκ ζωῆς, φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ, ἀληθινὸν υἱὸν ἐξ ἀληθινοῦ πατρός, σοφίαν υἱὸν ἐκ σοφοῦ θεοῦ καὶ πατρός, καὶ καθάπαξ κατὰ πάντα τὸν υἱὸν ὅμοιον τῷ πατρί, ὡς υἱὸν πατρί. καὶ εἴ τις κατά τι λέγει ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας γραφὰς ὅμοιον τὸν υἱὸν τῷ πατρὶ λέγοντα. ἀνεγνώσθη ἡ ὑπογραφὴ καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ,