483
Ὑπατιανοῦ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων πλειόνων. 3.296 23. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγοντες, ἀλλ' ἐξ ἀληθινῶν συστάσεων φιλοτιμούμεθα ὁρμᾶσθαι. διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς διὰ μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτερον καὶ φιλαρχοῦντες, καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον φημὶ καὶ Γεώργιον καὶ Σιλουανὸν καὶ λοιπούς· * ἔχοντες μεθ' ἑαυτῶν σαρκὸς δεξιάν, Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. καὶ οἱ μὲν περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες, ἐξ ὧν πάλιν ἕτεροι διῃρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου, καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα. Ἀκάκιος γὰρ ὁ Παλαιστινὸς ὁ Καισαρείας ἅμα Μελιτίῳ καὶ Οὐρανίῳ τῷ Τυρίῳ καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτηνζῆλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακεδόνιον τὸν Κωνσταντινουπολίτην, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντα, κατ' αὐτῶν τε ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο. καὶ γεγόνασιν εἰς ἀλλήλους ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολογοῦντος, εἰς ἀλλήλους διενηνεγμένοι καὶ σχισθέντες εἰς τὰ προειρημένα διεσπάσθησαν τρία τάγματα. ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν οὔτε κτίσμα ὡς ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῆ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες τὸ τοῦ κτίσματος ὄνομα οἱ αὐτοὶ μὲν ὅλοι ἦσαν ὁποῖοι καὶ οἱ Ἀρειανοί, παρεκρύβησαν δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ' ἢ οὗτοι, διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν καὶ δεδιότας· καὶ ἔχοντες πρὸς ἀλλήλους ἐχθρίαν βουλόμενοι στῆναι οὐκ ἠδυνήθησαν. Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν οὐκ ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον, καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης· δι' οὓς Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ, τὴν αὐτὴν ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν, 3.297 τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὴν ὁμολογεῖν τολμῶντες τὸ ὁμοούσιον οὔτε ἀρνεῖσθαι, ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ τῇ Τραχείᾳ καλουμένῃ κατὰ τὴν Ἰσαυρίαν ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ τὴν ὑπὸ τῶν πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν ὡς κατὰ ἀφελότητα εἰπόντες· 24. «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα» καὶ καθεξῆς, «καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ» λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες. ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν ὅτι «ἐκβάλλομεν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῆς θείας γραφῆς, τὸ δὲ ἀνόμοιον υἱοῦ πρὸς πατέρα ἀναθεματίζομεν.» καὶ ἦν τοῦτο δολίων θηρευτῶν δέλεαρ. καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδίδασκον ὅτι κτίσμα μέν ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ' ὅμοιός ἐστι τῷ πατρί, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην. ἐκτυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας καὶ ἀφομοιάζουσιν εἰκόνας, ἤτοι ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλης ὕλης ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ' ἰσότητα τῶν ἐκτυπουμένων. οὕτως παρ' αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ πατρί,