485
τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες. 26. Τῇ πίστει ὑπέγραψαν οἱ παρόντες· Βασίλειος, Μάρκος καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, Παγκράτιος καὶ Ὑπατιανὸς καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς δύσεως. 3.300 Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζωΐλος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παραιτωνίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης, Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Εἰρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πινάρων καὶ Σιδύμων, Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαΐδος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος *, Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου, Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος Τριπόλεως τῆς Λυδίας, Θεοδόσιος ἐπίσκοπος Φιλαδελφίας τῆς Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος ∆ολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Πολυδεύκης ἐπίσκοπος * ἐπαρχίας δευτέρας Λιβύης, Παγκράτιος ἐπίσκοπος Πηλουσίου, 3.301 Φιλίκαδος ἐπίσκοπος Ἀγουσταδῶν Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως, Πτολεμαῖος ἐπίσκοπος Θμούεως Ἀγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γεράσων, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου, Ἐλισσαῖος ἐπίσκοπος ∆ιοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πέτρων, Βαρόχιος ἐπίσκοπος Ἀραβίας. ὁμοῦ ἐπίσκοποι ˉμˉγ. Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν ἔκθεσις. 27. Οἱ νουνεχεῖς ταύτην καὶ τὰς ἄλλας διελθόντες, γνῶτε πῶς ῥᾳδιουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος καὶ οὐδὲν ὀρθόν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ θεὸν ὁμολογίας. φάσκει γὰρ ὁ κύριος λέγων, «ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ καθὼς ὁ ἅγιος ἀπόστολός φησιν, «ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ», ὁ δὲ προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφωνεῖ λέγων «μετὰ τοῦ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν», εἴτ' οὖν κακίαν, οὕτω καὶ οὗτοι οἱ περὶ Ἀκάκιον, ἐκ τῶν περὶ Βασίλειον δὲ διῃρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπατηλὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾶν, δύνασθαι ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα πρὸς τὰς δύο σχέσεις καὶ δυναμένη ποιεῖν ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν. ἀλλ' ἐπειδήπερ ἐν τῇ κατὰ 3.302 τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ -ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῶν Ἀρειανῶν διῃρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος καὶ Γερμανός, Γεώργιός τε ὁ Ἀλεξανδρεύς, Εὐζώϊός τε Ἀντιοχείας εἰς ἓν τάγμα ἀπεσχίσθησαν, Βασίλειός τε καὶ Ἐλεύσιος, Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακεδόνιος ὁ Κωνσταντινουπολίτης καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διῃρέθησαν, Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελίτιος καὶ Εὐτύχιος καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι