486
γεγόνασι. καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον. ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν, εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν καὶ Εὐτύχιον πρὸς Κύριλλον, εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχέων καὶ Γεωργίῳτῷ Λαοδικείας-τί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων; ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν· συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν. 28. Μελίτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον ἐντεῦθεν γὰρ γέγονε τῷ Ἀκακίῳ ἔνστασις ὑπὲρ τοῦ κἂν ἀλίγον τι ἀποστρέψαι τῆς κακοδόξου αὐτῶν γνώμης καὶ ὑποφαίνει ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις διὰ τοῦ βεβαιῶσαι τὸν προειρημένον Μελίτιον ἐν τῇ καταστάσει κατασταθεὶς γοῦν ὁ Μελίτιος οὗτος ὑπ' αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ' αὐτῶν εἶναι τῆς αὐτῶν δόξης, ἀλλ' οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλιμένοι καὶ τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοῦ δεδιῶχθαι προβαίνοντες καὶ προστιθέμενοι διὰ τὸν θεὸν ὀρθοδοξοῦσιν. ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου † τοῦ τῆς συνόδου· οἳ ἐπισκόπους ἑαυτοῖς κατατάξαντες ὁμολογοῦσι περὶ υἱοῦ θαυμαστῶς καὶ τὸ ὁμοούσιον οὐκ ἐκβάλλουσιν, ἀλλὰ καὶ ἐν ἑτοίμῳ ὥς φασι τοῦτο ἔχουσι, εἰ γέ3.303 νοιτο σύνοδος τελεία, ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι. συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον Μελίτιον τὸν ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα ἐπὶ τῆς Ἀντιοχέων πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς μὲν οἱ πλείους φασίν, ὀρθοδόξως. τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· Ἀντίγραφον ὁμιλίας Μελιτίου. 29. Ὁ μὲν σοφώτατος ἐκκλησιαστής φησιν «ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ», ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας ἢ ἄρχεσθαι, μάλισθ' ὅτε ὁ αὐτὸς ἐκκλησιαστής φησιν «αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι». ἐπειδὴ δὲ «τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά», «πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι», καὶ «οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ἀλλ' «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν», ὅτι μὲν οὖν ἀπαραίτητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι. Τίνα δ' ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο; ἦ δῆλον ὡς παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ' αὐτῆς ἀρχομένους καὶ εἰς αὐτὴν καταλήγειν. «τοῦτο γάρ φησιν ὁ ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος», ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. καὶ οἰκοδομὴν εἴτε λαλοίη τις, «εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν πνεύματος» διὰ τῆς εἰρήνης τῆς κατὰ θεὸν παραγίνεται, οὐ μὴν πᾶσιν ἀδιορίστως, ἀλλὰ «τοῖς ἀγαπῶσι τὸν νόμον», ὡς ὁ προφήτης φησί· 3.304 τὸν νόμον οὐ τὸν σωματικόν, ὃς «εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων», ἀλλὰ τὸν πνευματικόν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνηθέντων τὴν ἔκβασιν. «εἰρήνη, γάρ φησι, πολλὴ τοῖς ἀγαπῶσί σε καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον»· ὡς δῆλον εἶναι ὅτι τοὺς τὴν εἰρήνην μεμισηκότας μένει τὸ σκάνδαλον, καὶ προσήκει τοὺς τούτων ἐλευθερωθῆναι ποθοῦντας καθάπερ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν κύριον· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν