487
νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης «ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε», οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης «ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς», ἀλλ' οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. «ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ' ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»· ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει». τῶν γὰρ μὴ οὕτω διακειμένων ἢ ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος· ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ ἢ τὸ «μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου». 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ τις τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι γὰρ δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ' οὐρανοὶ διηγοῦνται «οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ», μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». ὃν οὐκ ἔστιν ὁμολογῆσαι, εἴ τις «εἰς ὕψος ἀδικίαν λαλοίη» πρὸς τὸν πλησίον αὐ3.305 τοῦ, εἴ τις εἰς τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν ἑαυτὸν † ὁμολογήσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου». «τίς, γάρ φησιν, ὁ ψευδόμενος, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; οὗτος, φησίν, ὁ ἀντίχριστος· ὁ γὰρ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ δὲ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ὁμολογεῖ. ὅπερ οὖν, φησίν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. καὶ ἐάν, φησί, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ μενεῖτε καὶ τῷ πατρί». μενοῦμεν δέ, ὅταν ἐνώπιον θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολογήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα «ἐλάλουν, γάρ φησιν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην», ὅτι υἱὸς τοῦ θεοῦ, θεὸς ἐκ θεοῦ, εἷς ἐξ ἑνός, ἐξ ἀγεννήτου μονογενής, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος καὶ ἄξιος ὁ υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, λόγος καὶ σοφία καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀπορρεῦσαν ἐκ πατρός, οὐδὲ ἀποτμηθέν τε καὶ διαιρεθέν, ἀλλ' ἀπαθῶς καὶ ὁλοκλήρως προελθὸν ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε. καὶ ὅτι λόγος ἔστι τε καὶ λέγεται ὁ υἱός, οὐ μὴν φωνὴ τοῦ πατρὸς οὐδὲ ῥῆμα νοεῖται. ὑφέστηκε γὰρ καθ' ἑαυτὸν καὶ ἐνεργεῖ, καὶ δι' αὐτοῦ τὰ πάντα καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ καὶ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ πατρὸς καὶ τὸν χαρακτῆρα τοῦ πατρὸς ἀκριβοῦν. τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός, καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ' ἑαυτόν, ἀλλὰ γέννημά ἐστιν ἐνεργητικὸν καὶ πεποιηκὸς τόδε τὸ πᾶν καὶ φυλάττον ἀεί. ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι καὶ τῆς αἱρετικῆς κακοδοξίας. 31. Ἐπειδὴ δὲ τῶν ἐν ταῖς γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε τῶν ῥημάτων τὴν δύναμιν μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦν3.306 τες τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις «κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» οὓς δέον τῷ πνεύματι τῷ