488
ζωοποιοῦντι ἀκολουθεῖν καὶ μὴ τῷ γράμματι τῷ ἀποκτένοντι· «τὸ γὰρ πνεῦμα ζωοποιεῖ», φέρε δή, τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι οὐκ ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι οὐδὲ ὅτι χρῄζετε διδάσκοντος «αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε» ἀλλ' ἵνα «φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ὑμῶν», ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν «χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ». Πίστευσον οὖν ὅτι οὔτε ἀλλαχοῦ τῆς γραφῆς οὔτε ἐπὶ τοῦ παρόντος χωρίου ἐναντία τὰ ῥήματα τῆς γραφῆς ἀλλήλοις ἐστί, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ, καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ' ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ μονογενοῦς τὴν φύσιν. καὶ διὰ τοῦτο ἡ γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ' ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς καταλαβεῖν καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι. ἐπεὶ τοίνυν ἔδει εἰδέναι τοὺς πιστεύοντας εἰς Χριστόν, ὡς ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἅτε δὴ «εἰκὼν» ὑπάρχων τοῦ «ἐπὶ πάντων» ὁ «διὰ πάντων», δι' οὗ τὰ πάντα δεδημιούργηται τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου οὐδ' ὡς ἐνέργεια τέχνης οὐδ' ὡς ἀποτέλεσμα ἐνεργείας, ἀλλὰ ὡς γέννημα τοῦ γεννήσαντος, καὶ ὅτι οὐ θέμις ἐστὶ ἀπὸ τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι, καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων * τοῦ πατρός, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος, ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ γραφή, τῆς τε κτίσεως καὶ τῇ τῆς γεννήσεως, τῇ τε τοῦ ἔκτισε καὶ τοῦ ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ' ἵνα διὰ μὲν 3.307 τοῦ ἔκτισε τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ ἐγέννησε τὸ ἐξαίρετον τοῦ μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. «ἐγώ, γάρ φησιν, ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι. 32. Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ἔχομεν γὰρ διδάσκαλον τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ κύριος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν», ἐν ᾧ «καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς τοῦ πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες», ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν, δι' ὃ ἀτιμαζόμεθα, ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι' οὗ προσαγόμεθα τῷ υἱῷ. ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; μὴ γὰρ «ὡς σαρκικοῖς, ἀλλ' οὐχ ὡς πνευματικοῖς» διαλεγόμεθα; ἐπ' ἄλλων γὰρ εἴρηται ὅτι «οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς». δέος γάρ ἐστι μή πως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέσωμεν· «καὶ εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν;» μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». «εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι». καὶ διὰ τοῦτο δέος ἐστὶ μή πως βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγχωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμένων πιστεύειν. «ἐπίστευσα, γάρ φησι, διὸ ἐλάλησα». ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γενέσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι, περιεργαζώμεθα καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ θεοῦ γεννήσεως, πῶς οὐ δέος ἐστί, μή πως ὁ διδοὺς οὐ μόνον