489
«γλῶτταν παιδείας», ἀλλὰ καὶ «γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον», καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν; ὅπερ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηται, ὃς ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ 3.308 τὴν γένεσιν τοῦ παιδός, ἀνθρωπίνοις λογισμοῖς δοκιμάζων τὴν τοῦ θεοῦ χάριν καὶ δύναμιν καὶ διαπορῶν πρὸς ἑαυτόν, εἰ κατὰ φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; «πῶς γνώσομαι τοῦτο ὅτι ἔσται; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς», τοιγαροῦν ὁπότε ἤκουσεν ὅτι «ἰδού, ἔσῃ σιωπῶν καὶ οὐ δυνάμενος λαλεῖν», καὶ οὐκ ἐλάλησεν ἐξελθών. 33. ∆ιόπερ ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. τίς γάρ ἐστιν ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ «τῶν ἀποκαλύψεων» καταξιωθείς, ὁ «εἰς οὐρανὸν τρίτον» ἀναληφθείς, ὁ «ἀκούσας ἄρρητα ῥήματα», ἐσωφρονίσθη διὰ «τοῦ κατὰ τὴν σάρκα σκόλοπος» «μὴ ὑπεραίρεσθαι»; καὶ αὐτὸς ὁ προφήτης ὁ εἰπὼν «ἐπίστευσα, διὸ ἐλάλησα», «ἐταπεινώθην» φησίν, οὐχ ἁπλῶς, ἀλλὰ «σφόδρα». ὅσῳ γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. περὶ τούτου ἄκουε τί λέγει· «ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης». ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ' ἐννοοῦντες, * καὶ μήτε τρόπους περιεργαζώμεθα μήτε ἕτερόν τι. ὥσπερ γὰρ τὴν γέννησιν τοῦ υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ πατρὸς ἔστιν ἀποφήνασθαι, ἀλλὰ δεῖ ἀρκεῖν ἡγεῖσθαι πρὸς διδασκαλίαν τοῦτο ὅτι «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». δῴη δὲ κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα «νῦν ἠρξάμην λαλεῖν τῷ κυρίῳ μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», καὶ μὴ «ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου», ὅτι «μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πίστεως» ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ' ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ θεῷ καὶ πατρὶ καὶ μετ' αὐτοῦ καὶ σὺν αὐτῷ τῷ υἱῷ ἐν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται ἡ τοῦ Μελιτίου ὁμιλία. 3.309 34. Ἔδοξε δὲ τοῦτο τοῖς μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας σπουδάσασι τοὺς πλείους τῶν Ἀρειανῶν οὐκ ἐπὶ χαρᾶς καταστῆσαι, οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ' εἰς ἐπάχθειαν εἰρῆσθαι. ἐντεῦθεν κινοῦσι τὸν βασιλέα καὶ συσκευάζονται τὸν ἄνδρα ὡς διὰ τὸ μὴ ὡμολογηκέναι κτίσμα τέλειον αὐτὸν καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ ἕως τῶν χρόνων τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι' ὧν νυνὶ ἐνηχούμεθα κατωρθωκέναι καὶ ἀφ' ὧν νυνὶ οἱ ὑπ' αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦσιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος, ἀλλ' ὁμοούσιον ὁμολογοῦντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ καὶ ἀποστολική, ἣν ὡμολόγησαν οἱ συνελθόντες πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως. γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελίτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ' αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ τοὺς ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας. εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν καὶ τῇ κατ' αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον, καὶ περὶ μὲν υἱοῦ καλῶς λέγοντες, τὸ δὲ πνεῦμα κτιστὸν ἡγούμενοι καὶ ἀλλότριον θεοῦ παντάπασι· περὶ ὧν ὕστερον ἐν τῇ κατ' αὐτοὺς ἀνατροπῇ τῆς αἱρέσεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν. 35. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας