490
περὶ αὐτοῦ φήμας ὑπάρχει. καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνός, τρόπος ἀγαθός, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθειαζόμενον. τινὲς δὲ καὶ περὶ τούτου, οὐκ οἶδα λέγειν εἰ μίσει φερόμενοι ἢ φθόνῳ ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ' αὐτοῦ γέγονε κίνησις, ἀλλ' ἕνεκεν, φησί, κανονικῶν πραγμάτων καὶ τῆς ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ 3.310 ἱερατείου ἐρεσχελίας, καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν. ἀλλ' οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὰ μάλιστα εἰς ὕστερον ἐν τῇ κατ' αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα καὶ ὁμολογούμενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. δεῖ γὰρ κατὰ τὸ μέρος τοῦτο ἀληθεύειν, ὅση δύναμις κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. θέλεις γάρ, παρῆλθέ τι τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγήσεως· οὐκ ἔχω λέγειν· θέλεις, κατὰ ἀφέλειαν ἀπ' αὐτοῦ ὁ λόγος προήχθη· θεῷ ἔγνωσται. πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως ὡς περὶ κτίσματος περὶ υἱοῦ τοῦ θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι κἂν ἕως ὀνόματος, καὶ ἐν τῷ εἰπεῖν ὅτι «ὑπὲρ σοφίαν» καὶ εἴ τι ἕτερον. 36. Ὀλίγα δὲ πρὸς τὰ ὑπ' αὐτῶν ὑποβληθέντα διηγησάμενοι καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ ὁμοιοούσιον ὁμοούσιον; σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας καὶ μὴ ἀλλοτρίους. δύναται γὰρ καὶ ὁμοιοούσιον εἶναι πρὸς χρυσὸν χαλκός, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. ἀλλ' οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία. εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε προφασίζεσθαι προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν υἱὸν πρὸς πατέρα ἢ τὸ πνεῦμα πρὸς τὸν υἱὸν καὶ πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. οὐ γὰρ εἴπομεν ἁμαούσιον, ἀλλ' ὁμοούσιον, ἵνα μηδὲν τοῦ πατρὸς παρηλλαγμένον τὸν υἱὸν ὁμολογήσωμεν, ἀλλὰ θεὸν ὄντως ἐκ θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν οὐδὲ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ πατρὸς προελθόντα, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν πατέρα καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορον. τὸ γὰρ ὁμο δύο μὲν ὑποστάσεών ἐστι σημαντικόν, οὐκ ἀλλοτρίων δὲ τῇ φύσει. διὸ ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ᾠκονόμη3.311 ται ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. καὶ ὁρᾷς ὅτι οὐκ ἔσται σοι πρόφασις οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους ὅτι, ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. οὐκέτι γὰρ ἔσται τοῦτο. ἀπὸ γὰρ τοῦ ὁμοουσίου σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ ὁμοουσίου δηλωθήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν πατέρα ὑπάρχον. σὺ δὲ ἐπιπλασάμενος τὸ ὁμοιοούσιον διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχθήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ οὐχ ἃ λέγεις φρονῶν, ἀλλὰ ἃ φρονεῖς παραπεποιημένως διδάσκων· εἰ γὰρ ὅλως οὐκ ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε· καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. τὸ δὲ γεννώμενον ἐκ τοῦ τινός, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσῴζει εἶδος. εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννηται τοῦ πατρὸς ὁ υἱός, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοιοούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ' ἐξέπεσας τῆς παρ' αὐτοῦ χάριτος. «ὁ γὰρ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν» ὁ ἅγιος ἀπόστολός φησι, καὶ πάλιν «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω», ὁ φήσας «ἐγὼ ἐν τῷ