491
πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ λέγων «Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». 37. Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος ἀρκετῶς ἔχειν ἐνταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν, τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκφύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τούτους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν καὶ τοὺς ἀπ' αὐτῶν σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι ὁμοίως μετὰ τὴν Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. ἵνα δὲ καὶ ταύτην τὴν κρυφῆ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν ὥσπερ † διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον καὶ Εὐζώϊον καὶ Εὐτύχιον καὶ τοὺς ἄλλους. καὶ φανερὰ μέν ἐστιν ἡ ἔκθεσις ἡ 3.312 προκειμένη ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας. ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προβαινόντων τῶν χρόνων ὤφθη καὶ ἐφωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρχων, ὃς καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε· κατασταθέντων γὰρ τῶν τριῶν καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν, ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης, ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παρρησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ' ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως καὶ τοὺς τὴν ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις καὶ πολέμοις καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς. 38. * Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν υἱὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ. ἡ δὲ αὐτῶν φατρία * καθ' ἑκάστην ἡμέραν τίνι τῶν σύνεσιν θεοῦ ἐχόντων οὐκ ἔστι δήλη; ὡς δημοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν υἱὸν τοῦ θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ ἀλλότριον παντάπασι τῆς τοῦ θεοῦ οὐσίας. περὶ γὰρ τῶν περὶ Εὐδόξιον * ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ' Ἀλεξανδρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο καὶ τὰ φίλα πρὸς τὴν κατ' ἐξοχὴν οὖσαν ἐξουσίαν Εὐδόξιος, ὃς ὢν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε δὲ τὰ μὲν τῶν Ἀνομοίων φρονῶν ἐπικρυβόμενος δέ, οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγών, ∆ημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητάς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου, ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα· μιᾶς μὲν ἀκανθώδους οὔσης ὕλης 3.313 καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα *, οὕτω καὶ ἡ τούτων κακόνοια, ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμηνεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα * τὴν λύμην τῷ βίῳ ἐξήμεσε, ὡς καὶ ὕστερον περὶ τούτων τῶν Ἀνομοίων πάλιν ἐροῦμεν. τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες καὶ παρωσάμενοι, † ἀνετρέψαμεν μὲν καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν καὶ παρεγκλίναντες ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, θεὸν