494
«ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ ὁ διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ' ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, αὐτοὶ» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ, λαβεῖν τε πνεῦμα ἅγιον, ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. «εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν 3.318 ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ. 4. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ Χριστοῦ ἢ παρ' ἀμφοτέρων ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται», ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου «τὸ γὰρ ἐν αὐτῇ», φησίν, «ἐκ πνεύματος ἁγίου», ἀγγέλου φωνή, συνίω τὸ λυτρούμενόν με μυστήριον, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύττει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως, ἀφιλονείκως ἐκ συνθημάτων ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου». γέγραπται γὰρ «ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ» δίδοσθαι τοῖς σωζομένοις. πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα, τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ' αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς 3.319 πῦρ πνεῦμα καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος. αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπὼν «γενηθήτω φῶς, καὶ ἐγένετο φῶς», τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου», ὁ ∆αυίδ φησιν, αὐτός ἐστιν ὁ κύριος ὁ εἰπὼν «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς. 5. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρός, ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστός, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστός, ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον. οὕτως λέγουσιν αἱ γραφαί· «ἀποστελεῖς τὸ πνεῦμά σου, καὶ