498
ἐλάβομεν» φησί, καὶ πνεῦμα δὲ ἀνθρώπου· «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»· «ὅτι 3.326 πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει», καὶ «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι», καὶ «πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσσεται». καὶ «ἰδού, πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν». λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι, «πνεῦμα δειλίας», καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυρρῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφὸν καὶ πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεών», καὶ τὰ «πνευματικὰ τῆς πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ' ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει, οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται ὑπὸ πατρὸς καὶ υἱοῦ «πνεῦμα ἀληθείας» καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ καὶ πνεῦμα χάριτος. χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμάτων, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν», καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται»· ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ θεός», φησὶν ὁ ∆αυίδ, ἢ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ», τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν, «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει», καὶ «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος», ὅμοιον ᾧ εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα». περὶ τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα 3.327 τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». καὶ «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα». 10. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει, καὶ ὁ πατὴρ παρ' οὗ ἐκπορεύεται, καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρός, ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός· υἱὸς φυσικός, υἱὸς ἀληθής, υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ πνεῦμα οὐχ υἱός, ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεί, καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς ἐξ ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὕτη ἀθανασία, ἐκ πίστεως τε αὐτῆς ἡ υἱοθεσία γίνεται. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς