499
προφητείαις· τρίτον δὲ 3.328 δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς, σκηνὴν δὲ ἁγίαν λαὸν ἅγιον, ὃς τὸν δίκαιον ἔχει μόνον τὸν συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰώνια, αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκός, περιτομὴν καρδίας, «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν»· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φωνοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ δοξάζουσα σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο. Πεπλήρωται τὰ ἐκ τοῦ Ἀγκυρωτοῦ. 11. Καὶ ταῦτα μέν ἐστιν ἃ ἤδη περὶ τῆς πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γράφοντες κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριότητος ἐξηγησάμεθα καὶ ἐκ τῶν προρρηθέντων παρεθέμεθα. ἔτι δὲ ἐπιμενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς εὐσεβῶς μαρτυρίας φέροντες καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. ὅτι μὲν γὰρ ἐν τοῖς πρὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ μονογενὴς συμπράττων τῷ πατρὶ καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος πατρί, οὐ μόνον δὲ ὁ υἱός, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συμπρᾶττον υἱῷ καὶ πατρὶ καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ θεοῦ ὂν καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ' ὁμοούσιον πατρὶ καὶ υἱῷ, παντί τῳ σαφὲς καὶ 3.329 κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται. νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου πνεύματος περὶ μόνου τοῦ ἁγίου πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας γραφῆς διηγησάμενοι περισσοτέρως ταῖς πρότερον παραθησόμεθα μαρτυρίαις, ἀκολούθως τῇ περὶ ἁγίου πνεύματος ἀληθινῇ εὐσεβείᾳ· ὡς ἔχει γὰρ καὶ ἔστι πνεῦμα ἅγιον ἑνικόν, ὑπὸ πάντων προσκυνούμενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισούμενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ' ἑνικόν· ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ πατρὸς καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενομένων ὄν. πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον πνεῦμα· ὥσπερ εἷς θεὸς καὶ εἷς μονογενὴς υἱὸς τοῦ θεοῦ, οὕτω καὶ ἓν πνεῦμα ἅγιον θεοῦ, ἀπὸ δὲ θεοῦ καὶ ἐν θεῷ. ἀλλὰ ὁ μὲν μονογενὴς υἱὸς ἀκατάληπτος, τὸ δὲ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δὲ καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐ συναλοιφὴ δέ ἐστι πατρὶ καὶ υἱῷ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ' ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ μὲν πνεῦμα πνεῦμα ἅγιον, ὁ δὲ υἱὸς υἱός. τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», «ἀναγγέλλον» τὰ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος· τρίτον τῇ ὀνομασίᾳ, ἐπειδὴ ἡ τριάς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα «ἀπελθόντες, γάρ φησι, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐκ ἀλλότριον τῆς δωρεᾶς, ἀλλ' εἷς