500
θεός, μία πίστις, εἷς κύριος, ἓν χάρισμα, μία ἐκκλησία, ἓν βάπτισμα. 12. Ἀεὶ γὰρ ἡ τριὰς τριάς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε προσθήκην λαμβάνει, ὡς γλυκίως ἔστιν ὁμολογεῖν καὶ ἀκορέστως λέγειν· «γλύκια» γάρ φησιν ὁ προφήτης «τῷ λάρυγγί μου τὰ λόγιά σου». καὶ εἰ τὰ λόγια γλύκια, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ τριάς, ἡ πηγὴ πάσης γλυκύ3.330 τητος; τριὰς οὖν οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ δὲ ἡ τριάς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. τὸ δὲ ἀνάπαλιν πνεῦμα ταττόμενον ἐν χαρίσμασι· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι». Τούτων δὲ οὕτως ἐχόντων ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας, ἀλλ' ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ θεοῦ, ἀλλ' εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. ἀνένδεκτον γὰρ κτιστόν τι ἐν τριάδι λέγειν ἢ διανοεῖσθαι ἢ ἐπιγένητον, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὔτε συνάδελφος υἱὸς πατρὶ οὔτε συναλοιφή, καὶ τὸ πνεῦμα οὔτε συναλοιφὴ οὔτε συνάδελφον πατρὶ καὶ υἱῷ οὔτε συναλοιφὴ τὸ πνεῦμα πατρὶ καὶ υἱῷ. υἱὸς δὲ γεννητὸς ἐκ πατρὸς καὶ πνεῦμα προελθὸν ἐκ πατρός, ἀνεκδιηγήτως τῆς τριάδος οὔσης ἐν ταυτότητι δοξολογίας καὶ ἀκαταλήπτως υἱοῦ ὄντος σὺν πατρὶ καὶ πνεύματος ἁγίου ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς τριάδος τῆς αὐτῆς ἀϊδιότητος. πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς δὲ γεννητός, ἀλλ' ἄκτιστος καὶ ἀκατάληπτος, πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον· «πνεῦμα γὰρ ὁ θεός». 13. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ γραφῇ ἐμφέρονται. ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν, ἵνα μὴ ἀμάρτυρον περὶ πνεύματος καὶ ἐν τῷ παρόντι παρελεύσομαι τὴν ὑφήγησιν. εὐθὺς μὲν γὰρ ὁ πατήρ φησι περὶ τῆς τοῦ υἱοῦ παρουσίας ὅτι «θήσομαι τὸ πνεῦμά μου ἐπ' αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ», ἵνα γνήσιον κηρύξῃ θεὸν τὸ ἅγιον αὐτοῦ πνεῦμα, πᾶσι πιστοῖς εἰς σωτηρίαν. εἶτα δὲ ὁ μονογενὴς τῇ αὐτοῦ μαρτυρίᾳ προσθεὶς φάσκει «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», ἵνα ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ τῷ πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη καὶ πιστοῖς κηρυττομένη σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι 3.331 οὐκ ἀλλότριον τὸ πνεῦμά ἐστι τοῦ θεοῦ. πάλιν δὲ ὁ κύριος περὶ τοῦ πνεύματος, ὅτι «τὸ πνεῦμα τοῦ πατρός μού ἐστι τὸ λαλοῦν ἐν ὑμῖν», καὶ πάλιν ὡς οὐκ ἀλλοτρίου τοῦ πνεύματος τυγχάνοντος τῆς τοῦ θεοῦ θεότητος, «ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ πνεῦμα αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν», ὡς αὐτοῦ τοῦ κυρίου παρακλήτου ὄντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. οἱ δὲ ἀπόστολοι δεικνύοντες ὅτι οὐ δοῦλον τυγχάνει τὸ πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασὶ «καὶ εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος σαφῶς περὶ αὐτοῦ λέγει «ὁ δὲ κύριός ἐστι τὸ πνεῦμα, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ «ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα κυρίου οἰκεῖ ἐν ὑμῖν». εἰ τοίνυν ναὸς θεοῦ καλούμεθα δι' ἐνοίκησιν ἁγίου πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ πνεῦμα καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ θεοῦ οὐσίας, σαφῶς τοῦ ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς θεοῦ γίνεσθαι, διὰ τὸ