501
ἐνοικοῦν πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; πῶς δὲ ἀλλότριον θεοῦ ἔσται τὸ πνεῦμα «τὰ βάθη τοῦ θεοῦ ἐρευνῶν;» καὶ μὴ λέγε μοι· ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν καὶ ἑαυτοὺς ἀπολλύειν, ἐπεὶ ἂν καὶ τὸ αὐτὸ λέξωσι περὶ τοῦ πατρός, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται ὅτι «ἐρευνᾷ ταμεῖα κοιλίας». καὶ εἰ ἀσεβῶς νοήσεις διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾶν τὸ γινώσκειν ἐπὶ τοῦ πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν ὑπόνοιαν. οὔτε γὰρ ἐπὶ πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν οὔτε γὰρ χρεία ἦν εἰπεῖν σαφῶς δηλουμένης τῆς τοῦ θεοῦ προγνωσίας ἀπὸ τοῦ ἐρευνᾶν καὶ τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. οὕτω μοι καὶ περὶ πνεύματος καὶ υἱοῦ καὶ πατρὸς νόησον τὴν μίαν γνῶσιν καὶ τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας τριάδος τὴν τελειότητά τε καὶ ταυτότητα. 14. Καὶ ἀμύθητα ἔστι περὶ τούτων λέγειν καὶ ἀπὸ θείας γραφῆς ὄγκον μαρτυριῶν φέρειν καὶ εἰς πλάτος ἐπιμηκύνειν καὶ κάματον ἐμποιεῖν 3.332 τοῖς ἐντυγχάνουσιν. ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες τὰς πάσας ἐν θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ κἄν τε ἐν πολλῷ, ὡς καὶ οὗτοι οἱ μάτην εἰς τὸν κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον πνεῦμα καὶ μὴ ἔχοντες «μήτε ἐνταῦθα μήτε ἐν τῷ μέλλοντι αἰῶνι» κατὰ τὰ ὑπὸ κυρίου εἰρημένα «ἄφεσιν» ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ' αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν, παισθέντες τῷ τοῦ ξύλου λόγῳ καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα «οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται», ὡς ἔφην, καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀληθείας. «πύλαι γὰρ Ἅιδου» ἀληθῶς πᾶσαι αἱ αἱρέσεις, ἀλλὰ «κατὰ τῆς πέτρας οὐ κατισχύσουσι», τουτέστι κατὰ τῆς ἀληθείας. κἄν τε γὰρ ἐξ αὐτῶν τινες θελήσειαν λέγειν ὅτι «τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν· δεῖξον δέ μοι ἀπ' αὐτῆς ὅτι τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται», εὑρεθήσονται καὶ ἀπ' αὐτῆς ἐλεγχόμενοι. οὐ γέγονε δὲ τότε περὶ τοῦ πνεύματος ἡ ζήτησις. πρὸς γὰρ τὸ ὑποπῖπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. ἐπεὶ οὖν ὁ Ἄρειος εἰς τὸν υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. ὅρα δὲ ἀπ' αὐτῆς τῆς ὁμολογίας ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστείας. εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται· «πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα». τὸ δὲ πιστεύομεν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν θεὸν «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς θεὸν ἡ πίστις «καὶ εἰς τὸ ἅγιον πνεῦμα»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα ἀπὸ τοῦ «πιστεύομεν» καὶ «πιστεύομεν» καὶ «πιστεύομεν». καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα; διὸ ὑπερβήσομαι καὶ ταύτην, δεόμενος θεοῦ ἡμῶν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν ἁπάντων, ὅπως ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες κατὰ πάντα αὐτῷ εὐχαριστήσωμεν. 3.333 Κατὰ Ἀερίου ˉνˉε, τῆς δὲ ἀκολουθίας ˉοˉε. 1. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακόν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. πᾶσαν γὰρ αἵρεσιν κακοβουλία τῶν γενομένων ἀπ' ἀρχῆς ἄχρι τέλους ἢ