502
κενοδοξίας ἢ ἐπάρσεως φρόνημα εἰργάσατο, ἢ ἐπιθυμίας ὄρεξις ἢ ζῆλος πρὸς τοὺς πέλας ἢ παροξυσμὸς ἢ προπέτεια. τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ἰσχύοντος ἀπατᾶν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παραιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, «ἵνα» φησίν «οἱ δόκιμοι φανεροὶ γένωνται». Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ καὶ περίεστι τῷ βίῳ, Ἀρειανὸς μὲν τὸ πᾶν. ἄλλως γὰρ οὐ φρονεῖ, ἀλλ' ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν καὶ ἐξωπλισμένος ἐν χείλεσιν, ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἀεὶ τὰς ἀκοὰς γαργαλιζομένων καὶ τὴν διάνοιαν ὑποχαλωμένων. καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γέλοιον μέν τι ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. οὗτος γίνεται συσχολαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας, Πόντου τῆς καλουμένης χώρας ἤτοι μικρᾶς Ἀρμενίας. ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προειρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπήν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ' οὐκ ἔφθασεν εἰς τοῦτο. ἐντεῦθεν ζῆλος γίνεται. ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. αὐτίκα γὰρ ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον. τοιαῦτα γάρ τινα κατασκευάζουσι κατὰ φιλοξενίαν καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταλύειν * ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν ἐκκλησιῶν προστάται. 2. Ἐπεὶ οὖν ἡ μῆνις ἀπ' αὐτοῦ οὐ διέλειπε, καθ' ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι καὶ προέβαινεν ἀνὰ μέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. ὁ δὲ ἐπίσκοπος Εὐστάθιος μετακαλούμενος τὸν Ἀέριον ἐθώπευε, παρῄνει, ἠπείλει, ἐνεβριμεῖτο, παρεκάλει καὶ οὐδὲν ἤνυε. τὸ γὰρ ἐξ ἀρχῆς καταβληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. πέρας γοῦν καταλιπὼν τὸ πτωχο3.334 τροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν, ἐντεῦθεν τὴν πρόφασιν * ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα, καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· οὐκέτι τοιοῦτος ὑπάρχει, * ἀλλ' ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν. ἅτινα ἦν ταῦτα συκοφαντία μὲν παρ' ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος ἄλλως οὐκ ἠδύνατο πράττειν. καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα. Νομίσειε δ' ἄν τις, ἐπειδήπερ κατὰ Ἀερίου λέγοντες Εὐστάθιον παρηγάγομεν, μή τι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν. τὸν μὲν γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε. τὸ γὰρ Ἀρείου καὶ αὐτὸς ἀπ' ἀρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο· ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις ἐπισκόποις καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι· εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς καὶ ἐξ ὀνείρων ἀναστὰς τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακοδοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί· διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον. 3. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀποταξίαν ἐν ἀρχῇ, καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ φατρίας ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων. πολλάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαιθροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης, καί φησι· «τί ἐστιν ἐπίσκοπος πρὸς