503
πρεσβύτερον; οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησί, τιμὴ καὶ ἓν ἀξίωμα. χειροθετεῖ, φησίν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος· λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως καὶ ὁ πρεσβύτερος· τὴν λατρείαν τῆς οἰκονομίας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως· καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται καὶ ὁ πρεσβύτερος». ἐν τούτῳ πολλοὺς ἠπάτησε, οἳ καὶ ἀρχηγὸν τοῦτον 3.335 ἐσχήκασιν. εἶτά φησι· τί ἐστι τὸ Πάσχα, ὅπερ παρ' ὑμῖν ἐπιτελεῖται; Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. οὐ γὰρ χρή, φησί, τὸ Πάσχα ἐπιτελεῖν· «τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός». Εἶτα μετέπειτα· τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησίν, ὀνόματα τεθνεώτων; εἰ εὔχεται, γάρ φησιν, ὁ ζῶν ἢ οἰκονομίαν ἐποίησε, τί ὠφεληθήσεται ὁ τεθνεώς; εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνησεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω μηδὲ ἀγαθοποιείτω, ἀλλὰ κτησάσθω φίλους τινάς, δι' οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτοῦ, ἵνα μή τι ἐκεῖ πάθῃ μηδὲ τὰ ὑπ' αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ. Ἀλλ' οὔτε νηστεία, φησίν, ἔσται τεταγμένη. ταῦτα γὰρ Ἰουδαϊκά ἐστι καὶ «ὑπὸ ζυγὸν δουλείας»· «δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατρολῴοις καὶ μητρολῴοις καὶ λοιποῖς». εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ' ἂν αἱρήσομαι ἡμέραν ἀπ' ἐμαυτοῦ νηστεύων διὰ τὴν ἐλευθερίαν. ὅθεν παρ' αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ προσάββατον ἐσθίειν. πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλὰ ἰδίᾳ προαιρέσει, φησίν. ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ' ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαί, ἀγρυπνίαι τε καὶ νηστεῖαι, καὶ πᾶσαι τῶν ψυχῶν * αἱ σωτηρίαι τῶν ἁγίων Πάσχων, αὐτοὶ ἀφ' ἕωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσί τε γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ' αὐτοῖς, πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν γίνεται, ἀλλ' εἰ ἄρα τινὲς σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ' ἰδίας προαιρέσεως βούλοιντο τοῦτο ποιεῖν. μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκοφαγίαις καὶ οἰνοποσίαις, ὡς πολλάκις ἔφην. ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα. 4. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν καὶ τὰ δι' αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα. εἰς 3.336 δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι καὶ οὕτως παρερχόμενοι. καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις κατὰ τοῦτο δῆλον τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ἴσον εἶναι. καὶ πῶς ἔσται τοῦτο δυνατόν; ἡ μὲν γάρ ἐστι πατέρων γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ ἐκκλησίᾳ, ἡ δὲ πατέρας μὴ δυναμένη γεννᾶν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον ἐπίσκοπον καθιστᾶν μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἴσον τῷ ἐπισκόπῳ; ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος. Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων ὅτι ὁ ἀπόστολος γράφει «πρεσβυτέροις καὶ διακόνοις», καὶ οὐ γράφει ἐπισκόποις, καὶ τῷ ἐπισκόπῳ φησί «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου», πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἐπισκόποις καὶ διακόνοις», ὡς εἶναι, φησί, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας καὶ ἱστορίαις βαθυτάταις μὴ ἐντυχὼν ὅτι νέου ὄντος τοῦ κηρύγματος πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος ἀπόστολος. ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις· οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν οἱ ἀπόστολοι καταστῆσαι. πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ