505
Πάσχα πῶς παραγγέλλουσι μηδενὸς ὅλως μεταλαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος, ποίαν τε ἡμέραν ἄγειν πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν κυριακήν, φανερόν ἐστι. τίς δὲ μᾶλλον ἐπίσταται τούτων; ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας καὶ ἕως νῦν ἐν τῷ βίῳ περιών, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς ἐκκλησίας καὶ οὕτως παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, ὡς ἡ ἐκκλησία παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν καὶ τὰς παραδόσεις; καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς ὑποθέσεως τετράδων καὶ προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ διατάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι· ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι, παρείληφε δὲ ἡ ἐκκλησία καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται, πρὶν γὰρ τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ' αὐτοῦ Ἀεριανούς. τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν· ἀέριον γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας ἀπὸ τῶν ἀερίων «πνευμάτων τῆς πονηρίας», τὸ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς ἐκκλησίας. 7. Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προυργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον; πιστεύειν μὲν τοὺς παρόντας ὅτι οἱ ἀπελθόντες ζῶσι καὶ ἐν ἀνυπαρξίᾳ οὐκ εἰσίν, ἀλλὰ εἰσὶ καὶ ζῶσι παρὰ τῷ δεσπότῃ; καὶ ὅπως ἂν τὸ σεμνότατον κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν 3.339 ἀποδημίᾳ τυγχανόντων; ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχή, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι, ἀλλ' οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. καὶ γὰρ ὑπὲρ δικαίων ποιούμεθα τὴν μνήμην καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν κύριον Ἰησοῦν Χριστὸν ἀφορίσωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς καὶ σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ κύριός τινι τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ πράξας ὑπάρχῃ ἕκαστος ἀνθρώπων. πῶς γὰρ οἷόν τε εἴη τοῦτο; ὁ μὲν γάρ ἐστι θεός, ὁ δὲ ἄνθρωπος, καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς, διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι, ὥς φησι τὸ ἅγιον εὐαγγέλιον «πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν». ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; πληροῦται γὰρ κατ' ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα καὶ εἰς τὴν ἄνω. ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον. πρὶν ἢ δὲ τοῦ ἀναβῆναι τὸν σωτῆρα εἰς τὸν οὐρανόν, οὐδεὶς ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου». ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. εἰ δέ τις ἐρεῖ ὅτι ἆρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον· μαθέτω ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ «τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Ἰησοῦς ἔνθα ἦσαν οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· εἰρήνη ὑμῖν». 3.340 8. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγκαίως ἡ ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα σημαίνει «ἄκουε, υἱέ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ πατήρ, τουτέστιν ὁ θεός, ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. τεταγμένων