506
τοίνυν τῶν ἐν τῇ ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων ἐλήλεγκται πάλιν καὶ οὗτος ὁ πλάνος. καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον ἢ κανθαρίδα ἢ τὸ καλούμενον βούπρηστις κνώδαλον καταθλάσαντές τε τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ θεοῦ δυνάμει ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν θεὸν βοηθὸν ἐπικαλούμενοι. - - - Κατὰ Ἀνομοίων ˉνˉ, τῆς δὲ ἀκολουθίας ˉοˉ. 1. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι. οὗτοι δὲ πρόσφατοι. ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, τοῦ τῶν Ἀρειανῶν ἅμα καὶ Μελιτιανῶν γεγονότος ἐπισκόπου καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδήλωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου, καὶ πρῶτον μὲν πολλὰ ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε, 3.341 ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν καὶ οὕτως ἀποθανόντος καὶ μετὰ θάνατον καέντος καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζῴων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ' αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. λέξειε δ' ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος, οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο. οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι' ἣν ἐν τῇ ἑαυτοῦ δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πῆ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ἀπὸ τῶν γονέων αὐτῶν κληρονομήματα, *. καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ' ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς παπύρου καὶ τοῦ καλάμου καὶ τὰς λίμνας τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν· ὡς πᾶσα αἰσχρότης βίου κέρδους ἕνεκα διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ' αὐτῷ οὐκ ἠμέλητο, ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι, καὶ ἄνευ τῶν ὑπ' αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπὶ πλεῖστον δὲ τῶν ξένων, οὐ διὰ φιλοξενίαν, ἀλλά, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. εἴ τις γὰρ ἔθαπτε δι' ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. οὕτως δὲ ὑφ' ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. καὶ σιωπῶ τὰ ἄλλα λέγειν ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις * ἐκομίζετο καὶ ἐν ἀπηνότητι. διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος. ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι' οὐδὲν ἕτερον ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ' αὐτοῦ κατασταθέντα διάκονον. 2. Οὗτος ὁ Ἀέτιος καὶ κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος. ἐπενόησε δέ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ φιλοσόφῳ καὶ σοφιστῇ καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθών, οὐδὲν ἕτερον πλὴν σχη3.342 ματοποιεῖν τὴν περὶ τοῦ θεοῦ λόγου ἀπόδοσιν· σχολαίτερον δὲ ἐπεχείρει, ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρι ἑσπέρας εἰς τοῦτο καθεζόμενος, φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. οἷα δὲ Ἀρειανὸς βαθύτατος καὶ τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος καὶ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ' ἑκάστην ἡμέραν ὀξύνας. Οὗτος δὲ κατηγορεῖται ὑπό τινων καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν· ἐν ᾧ τόπῳ πάντα τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε καὶ