508
ἐκτυπούμενον. καὶ ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, οὕτως καὶ ὕστερον ὑπ' αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, καὶ ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε, ὅτι «ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ' ὃ ἐν ἐμοὶ ἀληθές, αὐτοὶ κρυπτάζουσι, καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω καὶ ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δέ», τοῦ τότε βασιλέως οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ παραιτούμενος ἠγανάκτει καὶ εἰς ὑπερορισμὸν αὐτὸν κατέταξεν, ὡς ἄνω προδεδήλωται. 4. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται καὶ ἀπὸ τῆς μιᾶς ὑποθέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέτρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ αὐτῶν τῶν αὐτῷ πεισθέντων. ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν, αὐτός τε καὶ οἱ ὑπ' αὐτοῦ μεμαθητευμένοι, ὅτι «οὕτως, φησί, τὸν θεὸν ἐπίσταμαι τηλαυγέστατα καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν μᾶλλον ὡς θεὸν ἐπίσταμαι». ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος δι' αὐτοῦ ἐμηχανήσατο ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμάτων θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ θεοῦ προστεταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι' ἑνὸς ῥήματος τὸ πᾶν κατασχεῖν· ὡς εἴ τις ἀπὸ νηὸς ῥίψας καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου δέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι' ἑνὸς σκεύους τὸν πάντα πόντον 3.345 διανήξασθαι καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι, σφαλέντος δὲ τοῦ τοιούτου καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, ὡς ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας· οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ Ἀνόμοιοι εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ εἰρημένον τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐκ ὀρθῶς κατέχοντες σφάλλεται καὶ σφάλλονται. ὅταν γὰρ αὐτοῖς περιτύχοι τις καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν ὡς ἔφη τὸ ῥητὸν ὅτι οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ θεὸς παρ' ἡμῶν, ἀλλ' ἵνα γινώσκωμεν αὐτὸν μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησίν, ἐν τῷ λέγειν αὐτόν «δὸς αὐτοῖς, πάτερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. αὕτη δέ ἐστιν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀκηκόαμεν γὰρ καί τινων λεγόντων ὡς παρ' αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ἁλόντες καὶ κατεγινώσκοντο ὑπ' αὐτῶν. ὁ δὲ οὐδὲ περὶ τούτου χαλεπῶς ἔφερεν, ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον· σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία. ὥσπερ γάρ, φησί, περὶ τὸ οὖς κνηθόμεθα καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος ὁ ἀκάθαρτος διηγήσατο, λαβόντες δέ, φησί, πτερὸν ἢ κάρφος τὸ οὖς κνηθόμεθα καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς, οὕτω καὶ τοῦτο, φησί, συμβαίνει κατὰ φύσιν καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει. 5. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν, ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν, οἱ δὲ τοῦ κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;» οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται. ὡς μὲν κατὰ τοῦ δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρογλωττῶν, εἰς τὸν ἑαυτοῦ κύριον βλασφημεῖν