509
μὴ αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμάσαντες μὴ δρέψωνται τῶν αὐτοῦ καρπῶν. οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη. ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα· τὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ κυρίου 3.346 τολμηθέντα, ὡς ἔφην, πολλὰ μέν ἐστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παραθήσομαι, πρὸς αὐτὰ δὲ ἃ ὁ κύριος δίδωσι πρὸς ἀνατροπὴν καὶ αὐτοὶ λέξομεν. καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία καὶ οἱ τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ' αὐτοῦ δὲ οὕτως λαμβανόμενοι· 6. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ ὅτι «οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ. καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν». τὸ δὲ πᾶν ἐστιν ἠλίθιον καὶ εἰς μανίαν τρέψαν τὸν ἄνδρα. εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ πατήρ, οὐδὲ εἷς πατὴρ πατρός, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς θεός ἐστιν, ὁ ὢν ἀεὶ καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς καὶ ἀεὶ διατελῶν καὶ μένων, ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς υἱὸς γεγέννηται καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ, ἀλλ' ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται καὶ οὐκ ἀλήθεια. δεῖ δὲ καὶ ὡς ἔστιν ἕνα εἰδέναι θεὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον «ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον». καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς θεός, εἷς κύριος, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις ὢν ὁ υἱὸς τῷ πατρί, οὐδὲ τὸ ἅγιον πνεῦμα, ἀλλ' ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τρία τέλεια, μία θεότης, εἷς θεός, εἷς κύριος, ὡς καὶ πολλάκις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ θεοῦ ἀπεδώκαμεν δοξολογίαν. οὐκοῦν ἐπειδὴ εἷς ἐστι θεὸς καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμαστῶς καὶ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν. εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν υἱόν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ πατρὶ καὶ ὅμοιον· πᾶν γὰρ τὸ γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ, καὶ οὐ μόνον ὅμοιον, ἀλλ' ἴσον τῇ ταυτότητι. ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ θεὸς ἀνεκδιηγήτως μόνος μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥύσιν οὐδὲ συστολὴν οὐδὲ πλατυσμόν, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν υἱὸν ἐγέννησεν, ὅμοιον 3.347 αὐτῷ κατὰ πάντα καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον εὐαγγέλιον ὅτι «ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς γὰρ οὐχ ὅμοιος τῷ πατρὶ καὶ ἴσος κατὰ πάντα ὁ ἐν αὑτῷ ἔχων τὸ ζῆν καὶ λέγων «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ υἱὸς ἐγείρει τοὺς νεκρούς», καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ δύναται διηλλαγμένος εἶναι ὁ δι' ἑαυτοῦ τὸν πατέρα σημαίνων καὶ ὁ λέγων ὅτι «ὁ γινώσκων ἐμὲ γινώσκει τὸν πατέρα» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν πατέρα· ὡς καὶ ὁ πατὴρ † καὶ ὁ υἱὸς σημαίνει «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». εἰ μὲν γὰρ οὐκ ἦν ὁ υἱὸς ὅμοιος τῷ πατρί, πῶς λοιπὸν ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐγένετο; οὐ γὰρ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἐμήν» ἢ «κατ' εἰκόνα σήν», ἀλλὰ κατ' εἰκόνα ἡμετέραν. ἀπὸ δὲ τοῦ «κατὰ ἡμετέραν» λέγειν τὸ ἴσον τοῦ πατρὸς ἐν τῷ υἱῷ ἀπέδειξε καὶ τὸ ὅμοιον οὐ μόνον, ἀλλὰ καὶ ταυτὸν ἐν ἅπασι καὶ μὴ