510
παρηλλαγμένον. 7. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἶπον, ὁ λέγων ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ πνεύματι ἁγίῳ προφητεύων Ἠσαΐας ἔγνω τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ μὴ ἀλλότριον τοῦ πατρὸς μηδὲ παρηλλαγμένον, ὡς ἔχει τὸ ῥητόν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀπὸ μὲν τοῦ Ἑβραϊκοῦ οὕτως «φθόου σααρείμ, οὐϊαβω γωι σαδίκ, σωμὴρ ἐμμουνείμ, ἰεσρο σαμώχ, θεσὰρ σαλὼμ σαλώμ, χι βὰκ βατόου, βετοὺ βααδωναῒ ἀδὰ ὤθ, χι βαϊὰ ἀδωναῒ σωρ ωλεμείμ»· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ' αὐτῷ πεποίθασι· πεποίθατε ἐπὶ τῷ κυρίῳ ἕως αἰῶνος, ὅτι ἐν τῷ κυρίῳ κύριος ὁ στερεώσας τοὺς αἰῶνας», παρὰ δὲ τοῖς οʹ οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς δίκαιος φυλάσσων ἀλήθειαν καὶ ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἤλπισαν, κύριε, 3.348 ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος». παρατηρείσθω δὲ ὁ ἀναγινώσκων ὡς τὸ ὁ θεὸς ἀντὶ τοῦ κύριος καὶ τὸ ὁ μέγας ἀντὶ τοῦ ἐν κυρίῳ κεῖται παρὰ τοῖς οʹ. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; δέδια δὲ μή πως εἰς ὄγκον πολὺν ἐλάσω τὴν περὶ τούτων τῶν λόγων πραγματείαν. πάντα γὰρ σαφῆ ἐν τῇ θείᾳ γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρχεσθαι τῷ θείῳ λόγῳ καὶ μὴ διαβολικὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου, ὡς οὗτος ὁ ἐλεεινὸς καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς θεὸν καὶ τὴν αὐτοῦ πίστιν. καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ υἱὸς τῷ πατρὶ ἀπεδείξαμεν, ἀλλ' οὐδὲ τούτῳ ἐπερειδόμενοι ταῦτα ἔφημεν. ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. ταυτὸν δὲ λέγομεν τῇ θεότητι καὶ τῇ οὐσίᾳ καὶ τῇ δυνάμει καὶ κατὰ πάντα ἴσον τῷ πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ὁμοούσιόν τε φαμέν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμο σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ υἱὸς ἐκ πατρὸς τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον πνεῦμα. 8. Ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης μαρτυρίας οὗτοι φωραθήσονται. εἰ γὰρ ὅλως ὁμολογεῖται υἱὸς ὑπ' αὐτοῦ γεγεννημένος, ὁμολογηθήσεται εἶναι ἐπάναγκες ὅμοιος τῷ γεγεννηκότι. δῆλον δὲ ὅτι ἐν λόγῳ μὲν λέγει τὸ γέννημα, κτίσμα δὲ σαφῶς ἔχει τε καὶ πεπίστευκε ὑπάρχειν, κατὰ χάριν δὲ καλεῖσθαι αὐτὸν υἱόν, ὡς ἐδοκίμασεν ὁ ὁριογνώμων τῶν ἐπουρανίων καὶ μεριστὴς τῶν ἀδιαιρέτων καὶ γεωμέτρης τῆς ἡμετέρας εἰς Χριστὸν σωτηρίας. διαπίπτει δὲ ὁ πάντων τούτων λόγος, τῶν κτίσμα αὐτὸν παρεισφερόντων, ὡς καὶ ὁ τούτου πεσεῖται. λέξω γὰρ πρὸς αὐτὸν δικαιότατα· λέγε μοι, ὦ οὗτος, τί ἂν λέγοις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ; κτίσμα αὐτὸν φάσκεις ἢ γέννημα; εἰ μὲν γὰρ κτίσμα αὐτὸν λέγεις εἶναι, μηκέτι πιθανῶς παράκρυπτε τὴν λύμην, ὀνόματι γέννημα αὐτὸν καλῶν τοῦ πατρός. πᾶν γὰρ τὸ κτιστὸν οὐ γεννητόν, καὶ εἰ γεννητόν, οὐ κτιστόν. ἔασον τοίνυν τὸ μήτε λόγῳ λέγειν γεννητόν. οὐ γὰρ πρέπει σοι ὅλως κἂν ἑνὶ λόγῳ φέρειν τῆς ἀληθείας τὰ ῥήματα ἐπὶ χειλέων, ἀλλὰ λέγε σου τὸ πᾶν τῆς ἐπιβουλῆς, ἵνα μάθωμεν τίς εἶ καὶ οὕτως ἀποφύγωμεν ἀπὸ τῆς ἐπιβουλῆς σου, ἀγρευτὰ τῶν ψυχῶν καὶ ἐπίβουλε τῶν σοι πειθομένων. προσκυνεῖς τοίνυν τὸν 3.349 υἱὸν τοῦ θεοῦ ἢ οὐ προσκυνεῖς; ναί, φησί, προσκυνῶ αὐτόν. θεὸν προσκυνεῖς ἢ οὐχί; ναί, φησί, θεὸν προσκυνῶ. ποῖος οὖν θεὸς ἔσται κτιστὸς παρὰ σοὶ λεγόμενος καὶ προσκυνούμενος; εἰ μὲν γὰρ τὸν ἕνα ἔκτισεν ὁ προσκυνητὸς θεὸς καὶ τοῦτον εὐδόκησε προσκυνεῖσθαι, τὰ δ' ἄλλα πάντα αὐτὸς ὁ κτίσας οὐ βούλεται προσκυνεῖσθαι, ἀλλὰ καὶ αἰτιᾶται τοὺς προσκυνοῦντας τὴν κτίσιν, διὰ νόμου διδάσκων «οὐ ποιήσεις σεαυτῷ πᾶν ὁμοίωμα καὶ προσκυνήσεις αὐτῷ μήτε ἐν τῷ