511
οὐρανῷ μήτε ἐπὶ τῆς γῆς μήτε ἐν τοῖς ὕδασι», καὶ ὁ ἀπόστολός φησιν «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν», πῶς τοίνυν περὶ πάντων κελεύει μὴ προσκυνεῖσθαι, τοῦτον δὲ εὐδόκησε προσκυνεῖσθαι; ἆρα οὖν «προσωποληψία ἐστὶ παρὰ θεῷ»; μὴ γένοιτο. ἐν τῷ γὰρ τὸν ἕνα προσκυνεῖσθαι ἔδειξε παντάπασιν ἄλλον ὄντα παρὰ τὴν κτίσιν τὸν προσκυνούμενον καὶ ἄλλην τὴν προσκυνουμένην κτίσιν παρὰ τὸν προσκυνητὸν κύριον, υἱὸν τοῦ θεοῦ ἐκ πατρὸς γεγεννημένον· διὰ γὰρ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι ὅμοιον αὐτῷ καὶ ὄντα υἱόν· διὰ τοῦτο γὰρ καὶ προσκυνητὸν παρὰ πᾶσι· «δι' αὐτοῦ ἐποίησε τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐν αὐτῷ γὰρ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι τῷ «ἐξ αὐτοῦ ἐκπορευθέντι καὶ τοῦ υἱοῦ λαμβάνοντι» ἐποίησε τὰ πάντα καὶ ἐστερέωσε. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». ὅταν γὰρ εἴπῃ ὁ μονογενής, ὡς ἄνω μοι εἴρηται, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», ἀφώρισεν ἑαυτὸν ἀπὸ τῆς κτίσεως, ὡς καὶ ὁ ἀπόστολος φάσκει «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ». καὶ ὁρᾷς μὲν πῶς ἔδειξεν ἕνα θεὸν τὸν πατέρα, ἕνα δὲ κύριον τὸν ἐξ αὐτοῦ γεγεννημένον· καὶ οὐκ εἶπεν· εἷς θεός, καὶ εἷς κύριος σὺν πᾶσι τοῖς ἐξ αὐτοῦ γεγονόσιν, ἀλλ' εἷς κύριος δι' οὗ τὰ πάντα. εἰ δὲ εἷς κύριος δι' οὗ τὰ πάντα ἐστίν, οὐκ ἔστιν εἷς ἐκ πάντων, ἀλλὰ ποιητὴς τῶν ἁπάντων, τῶν κεκτισμένων πάντων κτίστης ὑπάρχων. 9. Τοῦ δὲ υἱοῦ ἐκ πατρὸς γεγεννημένου καὶ ἐκ πατρὸς τυγχάνοντος, δι' οὗ τὰ πάντα γεγένηται, ἀνόμοιος τοῖς πᾶσίν ἐστιν, οἷα δὴ κτίστης ὢν τῶν ἁπάντων· ἐπειδὴ εἷς καὶ εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ κύριος Ἰησοῦς δι' οὗ τὰ πάντα, συνενουμένης τῆς ἄνω λέξεως διὰ τοῦ εἷς καὶ εἷς καὶ διὰ τοῦ ἐξ οὗ καὶ δι' οὗ, τὸ μὲν σαφῶς ἐκ πατρὸς τὸν υἱὸν 3.350 δεδήλωκεν, τὸ δὲ οὐκέτι τὸν υἱὸν ἐκ τῶν λοιπῶν εἶναι θαυμαστῶς ἀπεφήνατο, «δι' οὗ τὰ πάντα» φάσκον, ἵνα δείξῃ πατέρα ὄντα καὶ υἱὸν ὄντα ἀπὸ πατρὸς ὄντος τὸν μονογενῆ κύριον. ἔλεγε δὲ ταῦτα ὁ ἀπόστολος πνεύματι ἁγίῳ φερόμενος· διὸ οὐκ ἔσχε χρείαν περὶ πνεύματός τι δηλῶσαι, οὐχ ὡς μὴ συνδοξαζομένου τοῦ πνεύματος πατρὶ καὶ υἱῷ οὐδ' ἵνα αὐτὸ ἀπὸ τῶν πάντων σημάνῃ τῶν δι' υἱοῦ κεκτισμένων. ἤρκει γὰρ τὸ συναριθμηθῆναι διὰ τῆς βεβαίας ὁμολογίας τοῦ υἱοῦ πατρὶ καὶ υἱῷ ἐν τῷ εἰπεῖν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». φθεγγόμενος γοῦν ὁ ἀπόστολος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον φθεγγόμενον ἐν αὐτῷ, οὐκ ἐδήλου περὶ ἑαυτοῦ. σαφὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ γνῶσις, οὐδὲ ὑπὸ τῶν Ἰουδαίων ἀμφιβαλλομένη· ἐταμιεύετο δέ, ἵνα μὴ αὐτοσύστατον εἴη τὸ ἅγιον πνεῦμα. ὁ δὲ ἀπόστολος σὺν πνεύματι ἁγίῳ ἐφέρετο καὶ περὶ πατρὸς ἔλεγε καὶ υἱοῦ, ἵνα δειχθῇ ἡ τριὰς ἀεὶ οὖσα καὶ μηδέποτε διαλείπουσα τοῦ εἶναι. μὴ θαύμαζε δὲ ἐὰν ἀκούσῃς «εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος δι' οὗ τὰ πάντα». τῷ γὰρ εἰπεῖν τὸν υἱὸν κύριον οὐ πάντως ἠρνήσατο ὁ ἀπόστολος τὸ εἶναι τὸν κύριον καὶ θεόν, καὶ τῷ εἰπεῖν «εἷς θεὸς δι' οὗ τὰ πάντα» οὐκ ἠρνήσατο τὸ εἶναι τὸν θεὸν καὶ κύριον. ὁμοῦ γὰρ καὶ κύριος καὶ θεός, καὶ θεὸς καὶ κύριος, καὶ οὐδὲν διοίσει περὶ τῶν εἰς ἡμᾶς ἐν ἀληθείᾳ σωτηριωδῶς ἐκ θεοῦ διὰ τῶν ἀποστόλων κεκηρυγμένων. καταλείψας δὲ ὁ αὐτὸς Ἀνόμοιος καὶ οἱ ἐξ αὐτοῦ γεγονότες τὴν ὁδὸν τῆς ἀληθείας εἰς ψεῦδος ἐτράπησαν, κακῶς τὰς θεοῦ ῥήσεις ἐπινενοηκότες, καὶ λοιπὸν εἰς διαλογισμοὺς καὶ εἰς διαλογὰς λέξεων παρεκτρέψαντες τὸν νοῦν ἀπεπήδησαν τῆς ἀληθείας καὶ ἐξέπεσον τῶν ἐπουρανίων. πᾶσα γὰρ λέξις ἐλέγξει αὐτούς, ἐὰν θέλωσι τὸν ἑαυτῶν νοῦν δοῦναι εἰς «φωτισμὸν τοῦ εὐαγγελίου». οὐδαμοῦ γὰρ ὁ μονογενὴς λέγει, καίτοι γε ἐν σαρκὶ παραγενόμενος, ὅτι ὁ κτίσας με πατὴρ ἀπέσταλκέ με, οὐδὲ ὁ πατήρ που ἐν τῷ εὐαγγελίῳ διελέχθη οὐδὲ ἐν παλαιᾷ