512
διαθήκῃ, ὅτι ἔκτισα ὑμῖν τὸν υἱόν, ἀλλ' «ὁ πατήρ με ἀπέστειλε», καὶ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», καὶ «ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». καὶ πολλὰ ἔστι περὶ τῆς ἡμῶν σωτηρίας κατανοῆσαι καὶ μὴ συναρπάζεσθαι ἀπὸ τῆς τοῦ διαβόλου τούτου κυβευτικῆς διδασκαλίας. ὁ γὰρ διάβολος βουλόμενος ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος, φθόνῳ κατεχόμενος πρὸς τὴν τοῦ ἀνθρώπου δόξαν, μηχανὰς ἐπενόησε διαφόρους· τὸ πρῶτον μὲν διὰ τῆς ἀγνοίας, 3.351 τὸ δεύτερον δὲ διὰ τῆς εἰδωλολατρείας, ἄλλοτε δὲ διὰ κακοτροπίας, νυνὶ δὲ εἰς ὕστερον διὰ τῆς πλάνης καὶ ἀπάτης τῶν αἱρέσεων, ἵνα πανταχόθεν καταστρέψῃ τὸν ἄνθρωπον ἀπὸ τῶν ἐπουρανίων. 10. Πόσα οὖν ἰσχύσει ὁ νοῦς τῆς ἡμῶν μετριότητος εἰπεῖν πρὸς σέ, ὦ Ἀνόμοιε; καλῶς γὰρ Ἀνόμοιος τυγχάνεις, ὁ καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς τρόπους καὶ τὴν διάνοιαν παρεκτρέψας τῶν τὴν σύνεσιν τοῦ θεοῦ κεκτημένων καὶ τὴν πίστιν ἐχόντων τῆς ἀληθείας. οὐ γὰρ εἰς ἀγαθὸν προκόψας ἀνόμοιος γέγονας ἀνθρώποις, ἀλλ' ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας παρεκκλίνας ἀνόμοιος ἐγένου τῶν υἱῶν τῆς τοῦ θεοῦ ἐκκλησίας· πρόφασιν λαβὼν τὸν υἱὸν τοῦ θεοῦ τὸν κατὰ τὸν αὐτοῦ πατέρα ὄντα καὶ ἀνόμοιον πατρὶ λέγων σὺ ἀνόμοιος γέγονας, κληρωθεὶς τοῦτο τὸ ὄνομα, μηκέτι ὅμοιος ὑπάρχων τῶν ἐν θεῷ σῳζομένων. Ἵνα δὲ μὴ περὶ τὰς αὐτοῦ ζητήσεις κατατριβόμενος ἀναλίσκω χρόνον, ἀφ' ὧν λέξεων αὐτὸς ὑφηγήσατο διαλεκτικῶς γράφων τισί, φέρε τὰ κατ' αὐτὸν διελέγξωμεν. ἔδοξε γὰρ διαλεκτικήν τινα ὑποφαίνειν πλάνην ἐν αὐτῷ τῷ αὐτοῦ συντάγματι, τῷ οὐδ' ἕνα λόγον ἔχοντι πίστεως, τῆς ἀφελεστάτης καὶ ἀκεραιοτάτης καὶ ἐν πνεύματι ἁγίῳ καὶ πράῳ κεκοσμημένης. ὅλον δὲ δι' ὅλου τὸ δοκοῦν αὐτοῦ πονημάτιον τὸ εἰς ἡμᾶς ἐλθὸν ἐν πρώτοις κατέταξα, ἵνα ἀπ' αὐτοῦ ποιησώμεθα πρὸς αὐτὸν τὴν λοιπὴν ἀνατροπὴν τῆς διαλέξεως. καὶ ἔστι τόδε· Τὸ συνταγμάτιον τοῦ Ἀνομοίου Ἀετίου. 11. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων 3.352 πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ' ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι' οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας. ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ· ˉα. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. 3.353 ˉβ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν. ˉγ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; ˉδ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. ˉε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν