513
ἐγεννήθη, ἀλλ' ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. ˉ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ ἀπὸ τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. ˉζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. ˉη. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα 3.354 λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. ˉθ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ' ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων συνεστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. ˉι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησεν. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. ˉιˉα. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; ˉιˉβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ' ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν τοῦ ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. ˉιˉγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. 3.355 ˉιˉδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ' ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. ˉιˉε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. ˉιˉ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς ἂν ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ' οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. ˉιˉζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. ˉιˉη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ' ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ' ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι † κατὰ † τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. ˉιˉθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, 3.356 μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν