514
ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; ˉκ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. ˉκˉα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ' οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ' οὐχ ἕξεως· τῆς δ' ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ' ἕξις ἡ ἀγέννητος φύσις; 3.357 ˉκˉβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. ˉκˉγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; ˉκˉδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ' ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; ˉκˉε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; ˉκˉ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. ˉκˉζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ' ὑπόστασιν σημαίνει. 3.358 ˉκˉη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ' ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. ˉκˉθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. ˉλ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μὴ ἔστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; ˉλˉα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; ˉλˉβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει