515
γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν 3.359 οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. ˉλˉγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεως τινὸς κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. ˉλˉδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; ˉλˉε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. ˉλˉ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστι, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταὐτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς 3.360 γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται τὸ σύνταγμα τοῦ Ἀετίου. 13. Καὶ ἔστι τῶν εἰς ἡμᾶς ἀπὸ μέρους ἐλθόντων αὐτοῦ φθοριμαίων λέξεων, ὡς ἔφην, ἡ ἀρχὴ ἡ παρ' ἡμῶν ἀνατρεπομένη αὕτη. τριακόσια γὰρ ὁμοῦ κεφάλαια ὁμοιότροπα τούτοις φασὶν αὐτὸν πεποιηκέναι πάσης βλασφημίας ἔμπλεα. ἐνταῦθα δὲ ὡς ἀπολλυμένου σώματος ἑρπετοῦ καὶ σαπέντος, ἐπιβούλου τινὸς σπουδαίου ἀναλεξαμένου τῶν τοῦ ἑρπετοῦ λειψάνων τὰ ὀστέα εἰς λύμην τινῶν, ἣν καυχᾶται ἐπιβουλὴν πεποιηκέναι τισὶ γράφων, δῆθεν ὡς κατὰ φιλοκαλίαν παρεθέμην τὸ συνταγμάτιον, οὗ ἡ ἀρχὴ οὕτως. οὗ εἵνεκεν καὶ αὐτοὶ διὰ τῆς τοῦ θεοῦ ἐνεργείας τὰ ἰατικὰ τῶν λόγων τῆς θείας γραφῆς ἀναλεξάμενοι ἀπ' ἀρχῆς ἄχρι τέλους ἀνατρεπτικὴν ἀντίδοτον κατασκευάσωμεν τοῖς βουλομένοις ἰαθῆναι τῆς αὐτοῦ ἰοβολίας, ἄντικρυς ἑκάστης λέξεως ἀνατροπὰς παραθησόμενοι τῶν αὐτῶν συλλογιστικῶν κεφαλαίων οὕτως· Τὰ Ἀετίου τοῦ Ἀνομοίου. 14. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ' ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι' οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ 3.361 παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας· ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν