516
ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ. Ἀνατροπή. 15. Κατὰ λέξιν τῆς διαλεκτικῆς σου κομπείας καὶ συλλογιστικῆς ματαιοπονίας τὴν ἀνατροπὴν ποιήσομαι, μὴ ὑπερβαίνων μηδὲ ἐν δευτέρῳ τιθέμενος τῶν δοκουσῶν σοι μειζόνων ἢ καὶ βραχειῶν λέξεων τὸ ἀμύθητον. καὶ πρῶτον μὲν ἐπεὶ ἄνω γράφων τοῖς τοῦ σοῦ συστήματος ἀθληταῖς καὶ ἀθλητρίαις ἔφησθα Χρονίτας τινὰς σφετερισαμένους διαφθεῖραι ἅπερ μετὰ χεῖρας εἶχες τοῦ πονηματίου, † ἐρωτηθείσης τῆς παρὰ σοὶ λέξεώς σε μᾶλλον τοῦτο τὸ ὄνομα κεκτημένον καὶ τοὺς ἀπὸ σοῦ μεμαθητευμένους, ἵνα μὴ εἴπω πεπλανημένους τις διελέγξειεν. ἡ μὲν γὰρ θεοῦ ἁγία πίστις, ἀπ' ἀρχῆς οὖσα καὶ ἀεὶ ἀρχαΐζουσα καὶ μὴ παλαιουμένη, ἔστιν ἀεί, καὶ ἡδραίωται ταύτης ὁ θεμέλιος, καὶ ὑπάρχει ἔχουσα τὸν αὐτῆς δεσπότην ἄχρονον. διὸ οὐδὲ αὐτὴ χρονικὴ ὑπάρχει, ἀλλ' ἀεί ἐστι μετ' ἀγγέλων ἐμπολιτευομένη καὶ ἁγίους κατὰ γενεὰν καὶ γενεὰν κοσμοῦσα. σὺ δὲ μᾶλλον χρονικὸς ὑπάρχεις, βουκοληθεὶς ὑπὸ τῆς πλάνης καὶ ἐπαρθεὶς κατὰ τὴν διάνοιαν, καὶ τὸ σὸν βόσκημα τῆς ἀγέλης χυδαίως εἰς νομὴν ἀκανθώδη παρεμπλέξας. οὐδεὶς γὰρ κατὰ σὲ τῶν παλαιῶν ἐφρόνησεν, ὦ Ἀέτιε, ὁ κατὰ χρονικῶν γράφων, αὐτὸς χρονικὸς ὑπάρχων καὶ οὐκ ἀρχαΐζων. εὐθὺς δὲ ἐκ πρώτης ἐπιβολῆς, ὡς ἔφης τὸ πονημάτιον γεγραφέναι, εἰπὼν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ, ἐξέπληξας τὸν βίον ἐν τῇ τοσαύτῃ σου φωτεινῇ ἐπιβολῇ τοῦ λόγου, ἵνα οὕτως περιγέλαστόν σου ποιήσωμαι τὸν λόγον τῆς διαλέξεως τῆς τοσαύτης σου καινοτομουμένης ὀνοματοποιίας. 16. Τίς γὰρ τῶν τὸ σωτήριον τοῦ θεοῦ κήρυγμα κεκτημένων Χριστιανῶν παίδων τοῦτο καταλείποι, προτραπεὶς ὑπὸ σοῦ διὰ τῆς μυθώδους 3.362 σου πλάνης, ἐάσας θεὸν ἀεὶ ὄντα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ὄν, καὶ ἐλθὼν ἀκούσει παρὰ σοῦ περὶ γεννητοῦ θεοῦ, ἵνα καὶ αὐτὸς ἐν μωροῖς καταλεχθείη, διδασκόμενος προσκυνεῖν «τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας ἀμήν;» οὐκ ἔχομεν γὰρ ἡμεῖς κτιστὸν θεόν, οὐ ποιητόν, ἀλλ' ἄκτιστον καὶ ἀγένητον, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως. κἄν τε γὰρ σοφίζῃ τὸ γεννητόν, γεννητὸν ὁμωνύμως καλεῖν βουλόμενος, οὐ δέξομαί σου τὴν λέξιν, κἄν τε οὐχ οὕτως νοήσῃς ἠλαττωμένως παρὰ τὸ ἐκ πατρὸς γεγενῆσθαι· «ἐξ ἀκανθῶν γὰρ οὐ συλλέγουσι σταφυλάς, οὔτε ἐκ τριβόλων σῦκα», οὐδὲ ἐξ ἀνδρὸς πεπλανημένου ὀρθὸς ἂν ὑποληφθείη λόγος· ἐφίμου γὰρ καὶ ὁ κύριος τοὺς δαίμονας Χριστὸν αὐτὸν ὁμολογοῦντας. «κατ' ἔννοιαν δὲ τῶν θείων γραφῶν» φάσκεις εἶναι «τὸ λογίδιον». λέγε μοι, ποία γραφὴ θεία ἐδίδασκε προσκυνεῖσθαι θεὸν ποιητόν; καὶ ὅτι μὲν θεὸς ἀγέννητός ἐστι παντί τῳ σαφὲς εἴη. ἀλλ' οὐδὲ τοῦτο ὀνομαστὶ ἔγκειται ἐν τῇ θείᾳ γραφῇ· ἀπὸ δὲ ὀρθοῦ καὶ εὐσεβοῦς λογισμοῦ καὶ αὐτῆς τῆς συνέσεως περὶ θεοῦ εὐσεβῶς τοῦτο νοεῖν καὶ λέγειν ἀραρότως ἔχει. λέγεις δέ, ἵνα εἰδέναι ἔχοιεν οἱ ὑπὸ σοῦ ἀθληταί τε καὶ ἀθλήτριαι καλούμενοι, πεπλανημένοι δὲ μᾶλλον, πῶς πρὸς ἕκαστον ἀποκριθῶσι, διὰ συντόμου καὶ εὐπεριδράκτου λόγου στιχηρῶν τρόπον τὰ κεφάλαια ὑπὸ σοῦ συντεθεῖσθαι. διὸ αὐτὰ τὰ δοκοῦντά σου ἰσχυρὰ ῥήματα καὶ σοφιστικά, ἃ πρὸς τοὺς μείζους εἰς ἀντιλογίαν ἐξήσκηταί σοι, μᾶλλον δὲ ἵνα πρὸς τὴν ἀλήθειαν ἐπάρῃς στόμα, ἡμεῖς οἱ εὐτελεῖς καὶ ἰδιῶται καὶ οὐ μείζους, ἀλλὰ βραχύτεροι πολλῶν τῶν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, διαλαμβάνοντες ποιησόμεθα, ὡς προεῖπον, τὴν ἀνατροπὴν τῆς ἀσυστάτου ταύτης καὶ σφόδρα εὐτελοῦς φλυαρίας. 17. Καὶ ἕως ὧδε ἐχέτω ἡ κατὰ τοῦ προοιμίου σου ἀντίθεσις τῆς ἡμῶν βραχύτητος. ἀρχὴν δὲ αὖθις τῶν ὑπὸ σοῦ κεφαλαίων καθεξῆς κατατάξας ἄντικρυς ἑκάστης λέξεως καὶ κεφαλαίου ἀντιπαραθήσομαι τὰς ἐκ τῶν θείων γραφῶν καὶ ἐξ ὀρθοῦ λογισμοῦ ἀντιρρήσεις τε καὶ ζητημάτων παρὰ σοὶ λογικῶν ἀνατροπάς, ὅπως οἱ θεοῦ δοῦλοι καὶ ἀληθεῖς ἀθληταὶ ἐντυχόντες καὶ κατανοήσαντες τὴν πᾶσάν σου ἀτοπίαν καταγελάσωσι,