517
λέγοντες «ἡ ὑπερηφανία τῆς καρδίας σου» ἐποίησέ σοι ταῦτα. «σὺ γὰρ εἶπας ταῦτα ἐν τῇ διανοίᾳ σου· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ 3.363 ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς Ἅιδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς» καὶ τὰ ἑξῆς. 18. Καὶ ἔστιν ἡ ἀρχὴ τῶν Ἀετίου κεφαλαίων αὕτη· ˉα. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. Ἀνατροπή. Πρῶτον μὲν τὸ εἰς θεὸν λογίσασθαι ἀδύνατον ἀσεβές, ἢ ἀδύνατον μόνον τὸ ἀπρεπὲς τῇ αὐτοῦ θεότητι, καὶ αὐτὸ οὐκ ἀδυνάτου ὄντος αὐτοῦ ποιεῖν, ἀλλ' ἀπρεποῦς οὔσης τῆς φαυλότητος θεῷ, ᾧ οὐδὲν ἀδύνατον, ἀλλὰ διὰ τὸ τὸ φαῦλον ἀδύνατον εἶναι τῇ ἐνθέῳ αὐτοῦ δυνατῇ ἀγαθότητι καὶ αὐτῷ ἀγαθῷ ὄντι. Καὶ ἄλλως. Εἰ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι παρὰ θεῷ ἀγαθὸν εἰς ἔργον νομισθείη, ἀδυνάτως δὲ ἔχοι τὸ εἰς ἀγαθὸν γινόμενον ἀγαθῶς ἐπιτελέσαι, τοῦτο ἧττα περὶ τὸν δυνατὸν εἴη, βουλομένου τὸ προκριτέον ἐργάσασθαι καὶ μὴ δυναμένου. εἰ δὲ τὸ ἀγέννητον ἀγαθόν, τὸ γεννητὸν δὲ ἐν τῇ ἰδίᾳ τάξει ἀγαθῶς γεγένηται, ἀγαθῆς οὔσης ἐξ ἀγαθοῦ θεοῦ τῆς τάξεως τοῦ γεννητοῦ καὶ παρ' αὐτῷ νομισθείσης, οὐκ ἂν ποιήσειε τὸ καλῶς γεννητὸν ἀγέννητον, ἐπειδὴ καλῶς νενόμισται αὐτῷ τὸ οὕτως εἶναι καλόν. ἐπεὶ οὖν τοῦ καλοῦ οὐχὶ διὰ τὸ ἀδύνατον οὐ μεταβάλλεται ἡ τάξις, ἀλλὰ διὰ τὸ ἀγαθῶς οὕτως εἶναι, ἀγαθὸς ἄρα ὁ ἀγέννητος θεός, ἀγαθὰ δὲ τὰ ἐξ αὐτοῦ γενόμενα ἐν τῇ ἰδίᾳ τάξει, μὴ λαβόντα ἀγεννήτου ὄνομα. οὐ γὰρ θεοὺς κτιστοὺς ἐποίησεν, ἵνα θάτερον θατέρῳ παρεκτεινόμενον ἀφανίζῃ διὰ τῆς ἐπωνυμίας τὸ ἀντώνυμον τοῦ μείζοντος πρὸς τὸ ἧττον. εἰ μὲν γὰρ ὁ μέν ἐστι θεὸς ἀγέννητος, ὁ δὲ θεὸς γεννητός, τῶν φύσεων ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν ἐν τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ' εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παντάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός τε καὶ ὀνόματος. λέξειε δ' ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ «θεὸς ἦν ὁ λόγος» καὶ 3.364 οὐκ «ἐγένετο θεὸς ὁ λόγος»· πῶς ἕξει τὸ κατὰ φύσιν τὸ τῆς εὐγενείας ὄνομα ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε, τῷ τοῦ θεοῦ ἀξιώματι; ἢ πῶς τὸ «θεὸς ἦν» ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι κἂν ἐν τῷ τυχόντι; γνώσῃ δὲ ὅτι ἄναρχος θεὸς καὶ ἀγέννητος θεὸς ἐγέννησεν ἐξ αὑτοῦ θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. καὶ οὐκ ἔκτισεν, ἵνα μὴ ἀνόμοιος ὁ κτισθεὶς γενόμενος ἀφανίσῃ τὸ τοῦ θεοῦ ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. ἀδύνατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾶν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. διὸ ἐνταῦθα * περιλήψεται τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας «ὅτι πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι», τουτέστι θεὸς ὁ πατήρ, θεὸς ἐγώ· ζωὴ ὁ πατήρ, ζωὴ ἐγώ, καὶ τὰ ἑξῆς πάντα ὅσα πρέπει πατρί, πρέπει καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως γεγεννημένου τοῦ ἐνυποστάτου λόγου τοῦ πατρὸς καὶ τοῦ ἐνυποστάτου πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς ἐκπορευομένου καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος ἡμῖν ἐν γνώσει τελείᾳ ἠσφαλισμένου. 19. ˉβ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε. Ἀνατροπή. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται καὶ οὐ κατ' ἰσότητα, καὶ ἐν τῷ τοῦ πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν, ἀτιμίαν τῷ γεγεννηκότι τὸ γέννημα