518
περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτίσματα ἔχον τὸ ἀξίωμα καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτικότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων ἐκ τοῦ ὑπὲρ τὰ ἔνδοξα γεγονότα ὄντος τὸ προκριτέον καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται. ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος, τῇ δὲ τοῦ προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετέχθαι συνηνωμένως 3.365 ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου διὰ τὴν παραλλαγήν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας. διὸ ὅμοιος ἐξ ὁμοίου καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατείληπται, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτὸς καὶ λόγος πατρὸς ἐνυπόστατος, σῳζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ εἶναι αἴτιον, ἀλλ' ἀπ' αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα, ὅπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ πατρὸς χαρακτηρίζουσα γένος, ὥς φησιν ἡ θεία γραφή, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, «εἰκών», φάσκουσα, «τοῦ ἀοράτου θεοῦ». καὶ ἵνα μή τις νομίσῃ διαφορὰν εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ πατὴρ τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», οὐ διοίσας ἑαυτὸν παρὰ τὸν υἱόν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπών, τὸ «ποιήσωμεν ἄνθρωπον», ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν υἱόν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ * ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ ἀνόμοιον διὰ δύο λόγων παρενθείς, «εἰκόνα» μίαν ἔφη, τῷ «ἡμετέραν» δὲ τὸ δυϊκὸν ἀπεφήνατο, τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι, ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ προκριτέον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μένον ἐν ταυτότητι καὶ μὴ ἀλλοιούμενον. οὐ γὰρ παρ' ἑτέρας φύσεως εἴληφεν ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος, οὔτε κατά τινα τομὴν ἢ ἀπόρροιαν τὸ εἶναι ἐξ αὐτοῦ τὸν μονογενῆ καὶ τὸ ἅγιον πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο, ἀλλὰ καθάπερ ἐξ ἀρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα καὶ ἅγιον πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε καὶ οὐκ ἐνηλλαγμένως. 20. ˉγ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; 3.366 Ἀνατροπή. Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας, ἵνα μὴ καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡττημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν συμβουλεύοντες. δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, κηρύττειν ἀπὸ πολλῆς πλάνης * κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν † θεόν, μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. καὶ πρῶτον μὲν τὸ διανοηθῆναι περὶ θεοῦ τὸν τοσοῦτον βυθὸν τῆς ἀνοίας ἀσεβείας ἐστὶ καρπὸς καὶ μᾶλλον μανιώδους διανοίας. τῷ γὰρ εἰπεῖν αὐτὸν ἑαυτοῦ αἴτιον ἢ ὅτι αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ θεοῦ τὸ πῶς ἦν· ἆρα ἀεὶ ἢ ἑαυτῷ τὸ εἶναι παρέσχεν ἢ αὐτομάτως ἔχει τὸ εἶναι. καὶ δέδια καὶ φρίττω τῷ